<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="86"><p>ἀλλὰ καὶ τῶν συνερούντων<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συνερούντων</foreign> Reiske: <foreign xml:lang="grc">ξυνεργούντων</foreign> MSS.</note> αὐτοῖς ἄξιον θαυμάζειν, πότερον ὡς
        καλοὶ κἀγαθοὶ αἰτήσονται, τὴν αὑτῶν ἀρετὴν πλείονος ἀξίαν ἀποφαίνοντες τῆς
          <add>τούτων</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τούτων</foreign> add. Markland</note> πονηρίας· ἐβουλόμην μέντʼ ἂν αὐτοὺς οὕτω
        προθύμους εἶναι σῴζειν τὴν πόλιν, ὥσπερ οὗτοι ἀπολλύναι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπολλύναι</foreign> Markland: <foreign xml:lang="grc">ἀποδοῦναι</foreign> MSS.</note> ἢ ὡς δεινοὶ λέγειν ἀπολογήσονται καὶ τὰ τούτων ἔργα
        πολλοῦ ἄξια ἀποφανοῦσιν. ἀλλʼ οὐχ ὑπὲρ ὑμῶν οὐδεὶς αὐτῶν οὐδὲ τὰ δίκαια πώποτε ἐπεχείρησεν
        εἰπεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="87"><p rend="align(indent)">ἀλλὰ τοὺς μάρτυρας
        ἄξιον ἰδεῖν, οἳ τούτοις μαρτυροῦντες αὑτῶν κατηγοροῦσι, σφόδρα ἐπιλήσμονας καὶ εὐήθεις
        νομίζοντες ὑμᾶς εἶναι, εἰ διὰ μὲν τοῦ ὑμετέρου πλήθους ἀδεῶς ἡγοῦνται τοὺς τριάκοντα σώσειν,
        διὰ δὲ Ἐρατοσθένην καὶ τοὺς συνάρχοντας αὐτοῦ δεινὸν ἦν καὶ τῶν τεθνεώτων ἐπʼ ἐκφορὰν
        ἐλθεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="88"><p>καίτοι οὗτοι μὲν σωθέντες πάλιν ἂν δύναιντο τὴν
        πόλιν ἀπολέσαι· ἐκεῖνοι δέ, οὓς οὗτοι ἀπώλεσαν, τελευτήσαντες τὸν βίον πέρας ἔχουσι τῆς παρὰ
        τῶν ἐχθρῶν τιμωρίας. οὐκ οὖν δεινὸν εἰ τῶν μὲν ἀδίκως τεθνεώτων οἱ φίλοι συναπώλλυντο,
        αὐτοῖς δὲ τοῖς τὴν πόλιν ἀπολέσασι δήπου <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δήπου</foreign> Sauppe :<foreign xml:lang="grc">ἦπου</foreign> MSS</note>
        ἐπʼ ἐκφορὰν πολλοὶ ἥξουσιν, ὁπότε βοηθεῖν τοσοῦτοι παρασκευάζονται; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="89"><p>καὶ μὲν δὴ πολλῷ ῥᾷον ἡγοῦμαι εἶναι ὑπὲρ ὧν ὑμεῖς ἐπάσχετε
        ἀντειπεῖν, ἢ ὑπὲρ ὧν οὗτοι πεποιήκασιν ἀπολογήσασθαι. καίτοι λέγουσιν ὡς Ἐρατοσθένει
        ἐλάχιστα τῶν τριάκοντα κακὰ εἴργασται, καὶ διὰ τοῦτο αὐτὸν ἀξιοῦσι σωθῆναι· ὅτι δὲ τῶν ἄλλων
        Ἑλλήνων πλεῖστα εἰς ὑμᾶς ἐξημάρτηκεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="90"><p>οὐκ οἴονται χρῆναι
        αὐτὸν ἀπολέσθαι; ὑμεῖς δὲ δείξατε ἥντινα γνώμην ἔχετε περὶ τῶν πραγμάτων. εἰ μὲν γὰρ τούτου
        καταψηφιεῖσθε, δῆλοι ἔσεσθε ὡς ὀργιζόμενοι τοῖς πεπραγμένοις· εἰ δὲ ἀποψηφιεῖσθε, ὀφθήσεσθε
        τῶν αὐτῶν ἔργων ἐπιθυμηταὶ τούτοις ὄντες, καὶ οὐχ ἕξετε λέγειν ὅτι τὰ ὑπὸ τῶν τριάκοντα
          </p></div></div></body></text></TEI>