<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="81"><p rend="align(indent)">κατηγόρηται<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατηγόρηται</foreign> Bake: <foreign xml:lang="grc">κατηγορεῖτε</foreign>
          MSS.</note> δὴ Ἐρατοσθένους καὶ τῶν τούτου φίλων, οἷς τὰς ἀπολογίας ἀνοίσει καὶ μεθʼ ὧν
        αὐτῷ ταῦτα πέπρακται. ὁ μέντοι ἀγὼν οὐκ ἐξ ἴσου τῇ πόλει καὶ Ἐρατοσθένει· οὗτος μὲν γὰρ
        κατήγορος καὶ δικαστὴς αὑτὸς ἦν τῶν κρινομένων, ἡμεῖς δὲ νυνὶ εἰς κατηγορίαν καὶ ἀπολογίαν
        καθέσταμεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="82"><p>καὶ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> Dobree: <foreign xml:lang="grc">καίτοι</foreign>
          MSS.</note> οὗτοι μὲν τοὺς οὐδὲν ἀδικοῦντας ἀκρίτους ἀπέκτειναν, ὑμεῖς δὲ τοὺς ἀπολέσαντας
        τὴν πόλιν κατὰ τὸν νόμον ἀξιοῦτε κρίνειν, παρʼ ὧν οὐδʼ ἂν παρανόμως βουλόμενοι δίκην
        λαμβάνειν ἀξίαν τῶν ἀδικημάτων ὧν τὴν πόλιν ἠδικήκασι λάβοιτε. τί γὰρ ἂν παθόντες δίκην τὴν
        ἀξίαν εἴησαν τῶν ἔργων δεδωκότες; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="83"><p>πότερον εἰ αὐτοὺς
        ἀποκτείναιτε καὶ τοὺς παῖδας αὐτῶν, ἱκανὴν ἂν τοῦ φόνου δίκην λάβοιμεν, ὧν οὗτοι πατέρας καὶ
        ὑεῖς καὶ ἀδελφοὺς ἀκρίτους ἀπέκτειναν; ἀλλὰ εἰ τὰ χρήματα τὰ φανερὰ δημεύσαιτε,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δημεύσαιτε</foreign> Reiske: <foreign xml:lang="grc">δημεύσετε</foreign> MSS.</note> καλῶς ἂν ἔχοι ἢ τῇ πόλει, ἧς οὗτοι πολλὰ
        εἰλήφασιν, ἢ τοῖς ἰδιώταις, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="84"><p>ὧν <add>τὰς</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὰς</foreign> add. Scheibe</note>
        οἰκίας ἐξεπόρθησαν; ἐπειδὴ τοίνυν πάντα ποιοῦντες δίκην παρʼ αὐτῶν <add>τὴν ἀξίαν</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν ἀξίαν</foreign> add.
          Gebauer</note> οὐκ ἂν δύναισθε<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δύναισθε</foreign> Bekker: <foreign xml:lang="grc">δύνησθε</foreign> MSS.</note>
        λαβεῖν, πῶς οὐκ αἰσχρὸν ὑμῖν καὶ ἡντινοῦν ἀπολιπεῖν, ἥντινά τις βούλοιτο παρὰ τούτων
        λαμβάνειν;</p><p rend="align(indent)">πᾶν δʼ ἄν μοι δοκεῖ τολμῆσαι, ὅστις νυνὶ οὐχ
        ἑτέρων ὄντων τῶν δικαστῶν ἀλλʼ αὐτῶν τῶν κακῶς πεπονθότων, ἥκει ἀπολογησόμενος πρὸς αὐτοὺς
        τοὺς μάρτυρας τῆς τούτου πονηρίας· τοσοῦτον ἢ ὑμῶν καταπεφρόνηκεν ἢ ἑτέροις πεπίστευκεν.
          </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="85"><p>ὧν ἀμφοτέρων ἄξιον ἐπιμεληθῆναι, ἐνθυμουμένους ὅτι οὔτʼ
        ἂν ἐκεῖνα ἐδύναντο<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐδύναντο</foreign> Markland: <foreign xml:lang="grc">δύναιντο</foreign> MSS.</note>
        ποιεῖν μὴ ἑτέρων συμπραττόντων οὔτʼ ἂν νῦν ἐπεχείρησαν ἐλθεῖν μὴ ὑπὸ τῶν αὐτῶν οἰόμενοι
        σωθήσεσθαι, οἳ οὐ τούτοις ἥκουσι βοηθήσοντες, ἀλλὰ ἡγούμενοι πολλὴν ἄδειαν σφίσιν ἔσεσθαι
        τῶν <add>τε</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> add.
          Reiske</note> πεπραγμένων καὶ τοῦ λοιποῦ ποιεῖν ὅ τι ἂν βούλωνται, εἰ τοὺς μεγίστων κακῶν
        αἰτίους λαβόντες ἀφήσετε. </p></div></div></body></text></TEI>