<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="71"><p>καὶ τὸ τελευταῖον, ὦ ἄνδρες δικασταί, οὐ πρότερον εἴασε τὴν ἐκκλησίαν γενέσθαι, ἕως ὁ
        λεγόμενος ὑπʼ ἐκείνων<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκείνων</foreign> Markland: <foreign xml:lang="grc">ἐκείνου</foreign> MSS.</note>
        καιρὸς ἐπιμελῶς ὑπʼ αὐτοῦ ἐτηρήθη, καὶ μετεπέμψατο μὲν τὰς μετὰ Λυσάνδρου ναῦς ἐκ Σάμου,
        ἐπεδήμησε δὲ τὸ τῶν πολεμίων στρατόπεδον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="72"><p>τότε δὲ τούτων
        ὑπαρχόντων, καὶ παρόντος Λυσάνδρου καὶ Φιλοχάρους καὶ Μιλτιάδου, περὶ τῆς πολιτείας τὴν
        ἐκκλησίαν ἐποίουν, ἵνα μήτε ῥήτωρ αὐτοῖς μηδεὶς ἐναντιοῖτο μηδὲ διαπειλοῖτο<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαπειλοῖτο</foreign> Cobet: <foreign xml:lang="grc">ἀπειλοῖτο</foreign> MSS.</note> ὑμεῖς τε μὴ τὰ τῆ πόλει συμφέροντα
        ἕλοισθε, ἀλλὰ τἀκείνοις δοκοῦντα ψηφίσαισθε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="73"><p>ἀναστὰς δὲ
        Θηραμένης ἐκέλευσεν ὑμᾶς τριάκοντα ἀνδράσιν ἐπιτρέψαι τὴν πόλιν καὶ τῇ πολιτεία χρῆσθαι ἣν
        Δρακοντίδης ἀπέφαινεν. ὑμεῖς δʼ ὅμως καὶ οὕτω διακείμενοι ἐθορυβεῖτε ὡς οὐ ποιήσοντες ταῦτα·
        ἐγιγνώσκετε γὰρ ὅτι περὶ δουλείας καὶ ἐλευθερίας ἐν ἐκείνῃ τῇ ἡμέρα ἠκκλησιάζετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="74"><p>θηραμένης δέ, ὦ ἄνδρες δικασταί, (καὶ τούτων ὑμᾶς αὐτοὺς μάρτυρας
        παρέξομαι) εἶπεν ὅτι οὐδὲν αὐτῷ μέλοι τοῦ ὑμετέρου θορύβου, ἐπειδὴ πολλοὺς μὲν Ἀθηναίων
        εἰδείη τοὺς τὰ ὅμοια πράττοντας αὑτῷ, δοκοῦντα δὲ Λυσάνδρῳ καὶ Λακεδαιμονίοις λέγοι. μετʼ
        ἐκεῖνον δὲ Λύσανδρος ἀναστὰς ἄλλα τε πολλὰ εἶπε καὶ ὅτι παρασπόνδους ὑμᾶς ἔχοι, καὶ ὅτι οὐ
        περὶ πολιτείας ὑμῖν ἔσται ἀλλὰ περὶ σωτηρίας, εἰ μὴ ποιήσεθʼ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποιήσεθʼ</foreign> Cobet: <foreign xml:lang="grc">ποιήσαιθʼ</foreign>.</note> ἃ Θηραμένης κελεύει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="75"><p>τῶν
        δʼ ἐν τῇ ἐκκλησία ὅσοι ἄνδρες ἀγαθοὶ ἦσαν, γνόντες τὴν παρασκευὴν καὶ τὴν ἀνάγκην, οἱ μὲν
        αὐτοῦ μένοντες ἡσυχίαν ἦγον, οἱ δὲ ᾤχοντο ἀπιόντες, τοῦτο γοῦν σφίσιν αὐτοῖς συνειδότες, ὅτι
        οὐδὲν κακὸν τῇ πόλει ἐψηφίσαντο· ὀλίγοι δέ τινες καὶ πονηροὶ καὶ κακῶς βουλευόμενοι τὰ
        προσταχθέντα ἐχειροτόνησαν. </p></div></div></body></text></TEI>