<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="56"><p>ᾧ καὶ φανερῶς
        ἐπεδείξαντο ὅτι οὐχ ὑπὲρ τῶν ἐν Πειραιεῖ οὐδʼ ὑπὲρ τῶν ἀδίκως ἀπολλυμένων ἐστασίαζον, οὐδʼ
        οἱ τεθνεῶτες αὐτοὺς ἐλύπουν οὐδʼ οἱ μέλλοντες ἀποθανεῖσθαι, ἀλλʼ οἱ μεῖζον δυνάμενοι καὶ
        θᾶττον πλουτοῦντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="57"><p>λαβόντες γὰρ τὰς ἀρχὰς καὶ τὴν πόλιν
        ἀμφοτέροις ἐπολέμουν, τοῖς τε τριάκοντα πάντα κακὰ εἰργασμένοις καὶ ὑμῖν πάντα κακὰ
        πεπονθόσι. καίτοι τοῦτο πᾶσι δῆλον ἦν, ὅτι εἰ μὲν ἐκεῖνοι δικαίως ἔφευγον, ὑμεῖς ἀδίκως, εἰ
        δʼ ὑμεῖς δικαίως, οἱ τριάκοντα ἀδίκως<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑμεῖς δικαίως, οἱ τριάκοντα ἀδίκως</foreign> Reiske: <foreign xml:lang="grc">ὑμεῖς ἀδίκως, οἱ τριάκοντα δικαίως</foreign> MSS.</note>· οὐ γὰρ δὴ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὴ</foreign> Stephanus: <foreign xml:lang="grc">διʼ</foreign>.</note> ἑτέρων ἔργων αἰτίαν λαβόντες ἐκ τῆς πόλεως
        ἐξέπεσον, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="58"><p>ἀλλὰ τούτων. ὥστε σφόδρα χρὴ ὀργίζεσθαι, ὅτι
        Φείδων αἱρεθεὶς ὑμᾶς διαλλάξαι καὶ καταγαγεῖν τῶν αὐτῶν ἔργων Ἐρατοσθένει μετεῖχε καὶ τῇ
        αὐτῇ γνώμῃ τοὺς μὲν κρείττους αὑτῶν διʼ ὑμᾶς κακῶς ποιεῖν ἕτοιμος ἦν, ὑμῖν δὲ ἀδίκως
        φεύγουσιν οὐκ ἠθέλησεν ἀποδοῦναι τὴν πόλιν, ἀλλʼ ἐλθὼν εἰς Λακεδαίμονα ἔπειθεν αὐτοὺς
        στρατεύεσθαι, διαβάλλων ὅτι Βοιωτῶν ἡ πόλις ἔσται, καὶ ἄλλα λέγων οἷ ᾤετο πείσειν μάλιστα.
          </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="59"><p>οὐ δυνάμενος δὲ τούτων τυχεῖν, εἴτε καὶ τῶν ἱερῶν
        ἐμποδὼν ὄντων εἴτε καὶ αὐτῶν οὐ βουλομένων, ἑκατὸν τάλαντα ἐδανείσατο, ἵνα ἔχοι ἐπικούρους
        μισθοῦσθαι, καὶ Λύσανδρον ἄρχοντα ᾐτήσατο, εὐνούστατον μὲν ὄντα τῇ ὀλιγαρχίᾳ, κακονούστατον
        δὲ τῇ πόλει, μισοῦντα δὲ μάλιστα τοὺς ἐν Πειραιεῖ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="60"><p>μισθωσάμενοι δὲ πάντας ἀνθρώπους ἐπʼ ὀλέθρῳ τῆς πόλεως, καὶ πόλεις ἐπάγοντες, καὶ
        τελευτῶντες Λακεδαιμονίους καὶ τῶν συμμάχων ὁπόσους ἐδύναντο πεῖσαι, οὐ διαλλάξαι ἀλλʼ
        ἀπολέσαι παρεσκευάζοντο τὴν πόλιν εἰ μὴ διʼ ἄνδρας ἀγαθούς, οἷς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἷ</foreign> Taylor: <foreign xml:lang="grc">οὓ</foreign> MSS.</note> ὑμεῖς δηλώσατε παρὰ τῶν ἐχθρῶν δίκην λαβόντες, ὅτι καὶ
        ἐκείνοις χάριν ἀποδώσετε. </p></div></div></body></text></TEI>