<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="36"><p>οὐκ οὖν δεινὸν εἰ τοὺς μὲν στρατηγούς, οἳ ἐνίκων ναυμαχοῦντες, ὅτε διὰ χειμῶνα οὐχ
        οἷοί τʼ ἔφασαν εἶναι τοὺς ἐκ τῆς θαλάττης ἀνελέσθαι, θανάτῳ ἐζημιώσατε, ἡγούμενοι χρῆναι τῇ
        τῶν τεθνεώτων ἀρετῇ παρʼ ἐκείνων δίκην λαβεῖν, τούτους δέ, οἳ ἰδιῶται μὲν ὄντες καθʼ ὅσον
        ἐδύναντο ἐποίησαν ἡττηθῆναι ναυμαχοῦντας, ἐπειδὴ δὲ εἰς τὴν ἀρχὴν κατέστησαν, ὁμολογοῦσιν
        ἑκόντες πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτιννύναι, οὐκ ἄρα χρὴ αὐτοὺς καὶ τοὺς παῖδας ὑφʼ
        ὑμῶν ταῖς ἐσχάταις ζημίαις κολάζεσθαι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="37"><p rend="align(indent)">ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ἠξίουν ἱκανὰ εἶναι τὰ κατηγορημένα·
        μέχρι γὰρ τούτου νομίζω χρῆναι κατηγορεῖν, ἕως ἂν θανάτου δόξῃ τῷ φεύγοντι ἄξια εἰργάσθαι.
        ταύτην γὰρ ἐσχάτην δίκην δυνάμεθα παρʼ αὐτῶν λαβεῖν. ὥστʼ οὐκ οἶδʼ ὅ τι δεῖ πολλὰ κατηγορεῖν
        τοιούτων ἀνδρῶν, οἳ οὐδʼ ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων δὶς ἀποθανόντες δίκην δοῦναι
        δύναιντʼ ἂν <add>ἀξίαν</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀξίαν</foreign> add. Frohberger</note>. οὐ γὰρ δὴ οὐδὲ τοῦτο αὐτῷ προσήκει ποιῆσαι,
          </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="38"><p>ὅπερ ἐν τῇδε τῇ πόλει εἰθισμένον ἐστί, πρὸς μὲν τὰ
        κατηγορημένα μηδὲν ἀπολογεῖσθαι, περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξαπατῶσιν, ὑμῖν
        ἀποδεικνύντες ὡς στρατιῶται ἀγαθοί εἰσιν, ἢ ὡς πολλὰς τῶν πολεμίων ναῦς ἔλαβον
        τριηραρχήσαντες, <add>ἢ</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἤ</foreign> add. Markland</note> πόλεις πολεμίας οὔσας φίλας </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="39"><p>ἐποίησαν· ἐπεὶ κελεύετε αὐτὸν ἀποδεῖξαι ὅπου τοσούτους τῶν πολεμίων ἀπέκτειναν
        ὅσους τῶν πολιτῶν, ἢ ναῦς ὅπου τοσαύτας ἕσας αὐτοὶ παρέδοσαν, ἢ πόλιν ἥντινα τοιαύτην
        προσεκτήσαντο οἵαν τὴν ὑμετέραν κατεδουλώσαντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="40"><p>ἀλλὰ γὰρ
        ὅπλα τῶν πολεμίων <add>τοσαῦτα</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοσαῦτα</foreign> add.
          Reiske</note> ἐσκύλευσαν ὅσα περ ὑμῶν ἀφείλοντο, ἀλλὰ τείχη τοιαῦτα εἷλον οἷα τῆς ἑαυτῶν
        πατρίδος κατέσκαψαν; οἵτινες καὶ τὰ περὶ τὴν Ἀττικὴν φρούρια καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν ὅτι
        οὐδὲ τὸν Πειραιᾶ Λακεδαιμονίων προσταττόντων περιεῖλον, ἀλλʼ ὅτι ἑαυτοῖς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅτι ἑαυτοῖς</foreign> Sluiter: <foreign xml:lang="grc">οῖς αὐτοῖς</foreign>.</note> τὴν ἀρχὴν οὕτω βεβαιοτέραν ἐνόμιζον εἶναι.
          </p></div></div></body></text></TEI>