<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="11"><p>ἐπεὶ δὲ οὐχ ὅσον ὡμολόγητο εἶχεν, ὦ ἄνδρες δικασταί,
        ἀλλὰ τρία τάλαντα ἀργυρίου καὶ τετρακοσίους κυζικηνοὺς καὶ ἑκατὸν δαρεικοὺς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δαρεικοὺς</foreign> Maussac: <foreign xml:lang="grc">καρικοὺς</foreign> MSS.</note> καὶ φιάλας ἀργυρᾶς τέτταρας, ἐδεόμην αὐτοῦ
        ἐφόδιά μοι δοῦναι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="12"><p>ὁ δʼ ἀγαπήσειν με ἔφασκεν, εἰ τὸ σῶμα
        σώσω. ἐξιοῦσι δʼ ἐμοὶ καὶ Πείσωνι ἐπιτυγχάνει Μηλόβιός τε καὶ Μνησιθείδης ἐκ τοῦ ἐργαστηρίου
        ἀπιόντες, καὶ καταλαμβάνουσι πρὸς αὐταῖς ταῖς θύραις, καὶ ἐρωτῶσιν ὅποι βαδίζοιμεν· ὁ δʼ
        ἔφασκεν εἰς <add>τὰ</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> del. Scheibe</note> τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ, ἵνα καὶ τὰ ἐν ἐκείνῃ τῇ οἰκίᾳ
        σκέψηται. ἐκεῖνον μὲν οὖν ἐκέλευον βαδίζειν, ἐμὲ δὲ μεθʼ αὑτῶν ἀκολουθεῖν εἰς Δαμνίππου.
          </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="13"><p>πείσων δὲ προσελθὼν σιγᾶν μοι παρεκελεύετο καὶ θαρρεῖν,
        ὡς ἥξων ἐκεῖσε. καταλαμβάνομεν δὲ αὐτόθι Θέογνιν ἑτέρους φυλάττοντα· ᾧ παραδόντες ἐμὲ πάλιν
        ᾤχοντο. ἐν τοιούτῳ δʼ ὄντι μοι κινδυνεύειν ἐδόκει, ὡς τοῦ γε ἀποθανεῖν ὑπάρχοντος ἤδη.
          </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="14"><p>καλέσας δὲ Δάμνιππον λέγω πρὸς αὐτὸν τάδε, <q>ἐπιτήδειος
          μέν μοι τυγχάνεις ὤν, ἥκω δʼ εἰς τὴν σὴν οἰκίαν, ἀδικῶ δʼ οὐδέν, χρημάτων δʼ ἕνεκα
          ἀπόλλυμαι. σὺ οὖν ταῦτα πάσχοντί μοι πρόθυμον παράσχου τὴν σεαυτοῦ δύναμιν εἰς τὴν ἐμὴν
          σωτηρίαν.</q> ὁ δʼ ὑπέσχετο ταῦτα ποιήσειν. ἐδόκει δʼ αὐτῷ βέλτιον εἶναι πρὸς Θέογνιν
        μνησθῆναι· ἡγεῖτο γὰρ ἅπαν ποιήσειν αὐτόν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="15"><p>εἴ τις ἀργύριον
        διδοίη. ἐκείνου δὲ διαλεγομένου Θεόγνιδι (ἔμπειρος γὰρ ὢν ἐτύγχανον τῆς οἰκίας, καὶ ᾔδη ὅτι
        ἀμφίθυρος εἴη) ἐδόκει μοι ταύτῃ πειρᾶσθαι σωθῆναι, ἐνθυμουμένῳ ὅτι, ἐὰν μὲν λάθω, σωθήσομαι,
        ἐὰν δὲ ληφθῶ, ἡγούμην μέν, εἰ Θέογνις εἴη πεπεισμένος ὑπὸ τοῦ Δαμνίππου χρήματα λαβεῖν,
        οὐδὲν ἧττον ἀφεθήσεσθαι, εἰ δὲ μή, </p></div></div></body></text></TEI>