βοηθήσατε οὖν μοι, ἐνθυμούμενοι ὅτι μεῖζόν ἐστι κακὸν ἀκοῦσαι ἀκοῦσαι add. Baiter et Sauppe τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ῥῖψαι. ἐγὼ γοῦν δεξαίμην ἂν ἂν add. Markland πάσας ἀποβεβληκέναι ἢ τοιαύτην γνώμην περὶ τὸν πατέρα ἔχειν. καίτοι καίτοι Contius: καί MSS. γε τοῦτον μὲν ἑώρακα ποιοῦντα, ὡς καὶ ὑμεῖς ἴστε, αὐτὸς δʼ ἔσωσα τὴν ἀσπίδα. ὥστε διὰ τί οὐκ ἂν λάβοιμι δίκην παρʼ αὐτοῦ; τίνος ἐγκλήματός μοι ὄντος; πότερον ὡς δικαίως ἤκουσα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὡς βελτίων οὗτος βελτίων οὗτος Sluiter: βελτίονος ὄντος . ; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα σώσαντι δικάζομαι; ἀλλʼ οὐχ οὗτος ὁ λόγος διέσπαρται κατὰ τὴν πόλιν. μὴ δὴ κακῶς ἀκούοντα τὰ προσήκοντα ἐλεεῖτε,