καὶ ἐάν ἐάν Hermann: εἴ MSS. τις εἴπῃ ῥίψασπιν, ἀθῷος ἔσται· τὸν γὰρ νόμον, ἐάν τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, ζημίαν τάττειν, ἀλλʼ οὐκ ἄν τις ῥῖψαι φῇ αὐτήν. ὁμοίως δʼ ἂν καὶ τῶν ἕνδεκα γενόμενος οὐκ ἂν ἀπεδέχου τὸν ἀπαγόμενον, ὅτι θοἰμάτιον ἐξέδυέ τινος ἐξέδυέ τινος Emperius: ἔξω θέμενος . ἢ τὸν χιτωνίσκον, εἰ μὴ λωποδύτην ὠνόμαζεν. οὐδʼ εἴ τις παῖδʼ ἐξῆγεν, ὡς ἀνδραποδιστήν· καὶ αὐτὸς μὲν ἐδικάσω κακηγορίας τῷ εἰπόντι σε ῥῖψαι τὴν ἀσπίδα. καίτοι ἐν τῷ νόμῳ οὐ γέγραπται, ἀλλʼ ἐάν τις φῇ ἀποβεβληκέναι. πῶς οὖν οὐ δεινόν, ἐὰν μέν τις σὲ ἔπῃ, τοὺς νόμους ἐκλαμβάνειν οὕτως ὥσπερ ἐγὼ νῦν, καὶ τιμωρεῖσθαι τιμωρεῖσθαι Baiter et Sauppe: τιμωρεῖν MSS. τοὺς ἐχθρούς, ἐὰν δʼ αὐτὸς εἴπῃς, οὐκ ἀξιοῦν ἀξιοῦν Taylor: ἄξιον MSS. δοῦναι δίκην;