ἐρεῖ δὲ ὡς ὀργισθεὶς εἴρηκεν. ὑμεῖς δʼ ἐνθυμεῖσθε ὅτι ὁ νομοθέτης οὐδεμίαν συγγνώμην ὀργῇ δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποδεικνύῃ ἀληθῆ. ἐγὼ δὲ δὶς περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας ἰδόντας Contius: ἰδιώτας MSS. τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε. δέομαι οὖν καταψηφίσασθαι αὐτοῦ. νυνὶ γὰρ διώκω μὲν κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, οὗ μείζων ἀγὼν οὐκ ἂν γένοιτό μοι, ὃς μόνος δοκιμασθεὶς τοῖς τριάκοντʼ ἐπεξῆλθον ἐν Ἀρείῳ πάγῳ. βοηθήσατʼ οὖν κἀκείνῳ κἀμοί.