ὅτι μὲν τὸν πατέρα μʼ ἔφασκεν ἔφασκεν Taylor: ἔφασκον MSS. ἀπεκτονέναι, πολλοὶ συνοίδασιν ὑμῶν, καὶ μαρτυροῦσι δέ μοι· ὅτι δὲ οὐ πεποίηκα, δῆλον· ἔτη γὰρ ἐστί μοι δύο καὶ τριάκοντα, ἐξ οὗ δʼ ὑμεῖς κατήλθετε, εἰκοστὸν τουτί. φαίνομαι οὖν δωδεκαέτης ὤν, ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνῃσκεν, ὥστʼ οὐδʼ ὅ τι ὀλιγαρχία ἦν ᾔδη, οὐδὲ τῷ πατρὶ βοηθεῖν οἷός τʼ ἦ. ἀλλὰ μὴν οὐδὲ τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα αὐτῷ· ὁ γὰρ πρεσβύτερος ἀδελφὸς πάντα λαβὼν ἀπεστέρησεν ἡμᾶς.