<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="26"><p>μὴ τοίνυν ἀκούσαντά <add>τε</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> add. Bekker</note> Θεόμνηστον κακῶς τὰ προσήκοντα ἐλεεῖτε, καὶ ὑβρίζοντι καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε. τίς γὰρ ἂν ἐμοὶ μείζων ταύτης γένοιτο συμφορά, περὶ τοιούτου πατρὸς οὕτως αἰσχρὰς αἰτίας ἀκηκοότι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="27"><p>ὃς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀκηκοότι; ὃς</foreign> Reiske: <foreign xml:lang="grc">ἀκηκοότος</foreign> MSS.</note> πολλάκις μὲν ἐστρατήγησε, πολλοὺς δὲ καὶ ἄλλους κινδύνους μεθʼ ὑμῶν ἐκινδύνευσε· καὶ οὔτε τοῖς πολεμίοις τὸ ἐκείνου σῶμα ὑποχείριον ἐγένετο, οὔτε τοῖς πολίταις οὐδεμίαν πώποτε ὦφλεν εὐθύνην, ἔτη δὲ γεγονὼς ἑπτὰ καὶ ἑξήκοντα ἐν ὀλιγαρχίᾳ διʼ εὔνοιαν τοῦ ὑμετέρου πλήθους ἀπέθανεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="28"><p>ἆρʼ ἄξιον ὀργισθῆναι τῷ <add>τοιαῦτʼ</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοιαῦτʼ</foreign> add. Frohberger</note> εἰρηκότι καὶ βοηθῆσαι τῷ πατρί, ὡς καὶ ἐκείνου κακῶς ἀκηκοότος; τί γὰρ ἂν τούτου ἀνιαρότερον γένοιτο αὐτῷ, ἢ τεθνάναι μὲν ὑπὸ τῶν ἐχθρῶν, αἰτίαν δʼ ἔχειν ὑπὸ τῶν παίδων <add>ἀνῃρῆσθαι</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνῃρῆσθαι</foreign> add. Brulart</note>; οὗ ἔτι καὶ νῦν, ὦ ἄνδρες δικασταί, τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις <add>ἱεροῖς</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἱεροῖς</foreign> add. Contius</note> ἀνάκειται, τὰ δὲ τούτου καὶ τοῦ τούτου πατρὸς τῆς κακίας πρὸς τοῖς τῶν πολεμίων· οὕτω σύμφυτος αὐτοῖς ἡ δειλία. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="29"><p>καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ὅσῳ μείζους εἰσὶ καὶ νεανίαι τὰς ὄψεις, τοσούτῳ μᾶλλον ὀργῆς ἄξιοί εἰσι. δῆλον γὰρ ὅτι τοῖς μὲν σώμασι δύνανται, τὰς δὲ ψυχὰς οὐκ <add>εὖ</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὖ</foreign> add. Emperius</note> ἔχουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="30"><p rend="align(indent)">
ἀκούω δʼ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέπεσθαι, ὡς ὀργισθεὶς εἴρηκε ταῦτα ἐμοῦ μαρτυρήσαντος τὴν αὐτὴν μαρτυρίαν Διονυσίῳ. ὑμεῖς δʼ ἐνθυμεῖσθε, ὦ ἄνδρες δικασταί, ὅτι ὁ νομοθέτης οὐδεμίαν ὀργῇ συγγνώμην δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποφαίνῃ ὡς ἔστιν ἀληθῆ τὰ εἰρημένα. ἐγὼ δὲ δὶς ἤδη περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ πω ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε. </p></div></div></body></text></TEI>