πότερον ὅτι δικαίως ἀκήκοα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὅτι βελτίων καὶ ἐκ βελτιόνων ὁ φεύγων ἐμοῦ; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα δικάζομαι κακηγορίας τῷ σώσαντι; ἀλλʼ οὐχ οὗτος ὁ λόγος ἐν τῇ πόλει κατεσκέδασται. κατεσκέδασται Brulart: κατεσκεύασται MSS. ἀναμνήσθητε δὲ ὅτι μεγάλην καὶ καλὴν ἐκείνην δωρεὰν δωρεὰν Contius: δῶρον MSS. αὐτῷ δεδώκατε· ἐν ᾗ τίς οὐκ ἂν ἐλεήσειε Διονύσιον, τοιαύτῃ μὲν συμφορᾷ περιπεπτωκότα, ἄνδρα δὲ ἄριστον ἐν τοῖς κινδύνοις γεγενημένον,