<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="21"><p>εἰ δὲ μή, δέομαι ὑμῶν, ὦ ἄνδρες δικασταί, τὰ δίκαια ψηφίσασθαι, ἐνθυμουμένους ὅτι πολὺ μεῖζον κακόν ἐστιν ἀκοῦσαί τινα<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀκοῦσαί τινα</foreign> Foertsch: <foreign xml:lang="grc">ἀκούσαντα</foreign> MSS.</note> τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ἀποβεβληκέναι. ἐγὼ γοῦν δεξαίμην ἂν πάσας τὰς ἀσπίδας ἐρριφέναι ἢ τοιαύτην γνώμην ἔχειν περὶ τὸν πατέρα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="22"><p rend="align(indent)">οὗτος οὖν ἔνοχος μὲν ὢν τῇ αἰτίᾳ, ἐλάττονος δὲ οὔσης αὐτῷ τῆς συμφορᾶς, οὐ μόνον ὑφʼ ὑμῶν ἠλεήθη, ἀλλὰ καὶ τὸν μαρτυρήσαντα ἠτίμωσεν. ἐγὼ δὲ ἑωρακὼς μὲν ἐκεῖνο τοῦτον ποιήσαντα ὃ καὶ ὑμεῖς ἴστε, αὐτὸς δὲ σώσας τὴν ἀσπίδα, ἀκηκοὼς δὲ οὕτως ἀνόσιον<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνόσιον</foreign> Hertlein: <foreign xml:lang="grc">ἄνομον</foreign> MSS.</note> καὶ δεινὸν πρᾶγμα, μεγίστης δὲ οὔσης μοι τῆς συμφορᾶς, εἰ ἀποφεύξεται, τούτῳ δʼ οὐδενὸς ἀξίας, εἰ κακηγορίας ἁλώσεται, οὐκ ἄρα δίκην παρʼ αὐτοῦ λήψομαι; τίνος ὄντος ἐμοὶ πρὸς ὑμᾶς ἐγκλήματος; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="23"><p>πότερον ὅτι δικαίως ἀκήκοα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὅτι βελτίων καὶ ἐκ βελτιόνων ὁ φεύγων ἐμοῦ; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα δικάζομαι κακηγορίας τῷ σώσαντι; ἀλλʼ οὐχ οὗτος ὁ λόγος ἐν τῇ πόλει κατεσκέδασται.<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατεσκέδασται</foreign> Brulart: <foreign xml:lang="grc">κατεσκεύασται</foreign> MSS.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="24"><p>ἀναμνήσθητε δὲ ὅτι μεγάλην καὶ καλὴν ἐκείνην δωρεὰν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δωρεὰν</foreign> Contius: <foreign xml:lang="grc">δῶρον</foreign> MSS.</note> αὐτῷ δεδώκατε· ἐν ᾗ τίς οὐκ ἂν ἐλεήσειε Διονύσιον, τοιαύτῃ μὲν συμφορᾷ περιπεπτωκότα, ἄνδρα δὲ ἄριστον ἐν τοῖς κινδύνοις γεγενημένον,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="25"><p> ἀπιόντα δὲ ἀπὸ τοῦ δικαστηρίου <del>καὶ</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> del. Reiske</note> λέγοντα ὅτι δυστυχεστάτην ἐκείνην εἴημεν στρατείαν ἐστρατευμένοι, ἐν ᾗ πολλοὶ μὲν ἡμῶν ἀπέθανον, οἱ δὲ σώσαντες τὰ ὅπλα ὑπὸ τῶν ἀποβαλόντων ψευδομαρτυρίων ἑαλώκασι, κρεῖττον δὲ ἦν αὐτῷ τότε ἀποθανεῖν ἢ οἴκαδʼ ἐλθόντι τοιαύτῃ τύχῃ χρῆσθαι; </p></div></div></body></text></TEI>