εἰ δὲ μή, δέομαι ὑμῶν, ὦ ἄνδρες δικασταί, τὰ δίκαια ψηφίσασθαι, ἐνθυμουμένους ὅτι πολὺ μεῖζον κακόν ἐστιν ἀκοῦσαί τινα ἀκοῦσαί τινα Foertsch: ἀκούσαντα MSS. τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ἀποβεβληκέναι. ἐγὼ γοῦν δεξαίμην ἂν πάσας τὰς ἀσπίδας ἐρριφέναι ἢ τοιαύτην γνώμην ἔχειν περὶ τὸν πατέρα. οὗτος οὖν ἔνοχος μὲν ὢν τῇ αἰτίᾳ, ἐλάττονος δὲ οὔσης αὐτῷ τῆς συμφορᾶς, οὐ μόνον ὑφʼ ὑμῶν ἠλεήθη, ἀλλὰ καὶ τὸν μαρτυρήσαντα ἠτίμωσεν. ἐγὼ δὲ ἑωρακὼς μὲν ἐκεῖνο τοῦτον ποιήσαντα ὃ καὶ ὑμεῖς ἴστε, αὐτὸς δὲ σώσας τὴν ἀσπίδα, ἀκηκοὼς δὲ οὕτως ἀνόσιον ἀνόσιον Hertlein: ἄνομον MSS. καὶ δεινὸν πρᾶγμα, μεγίστης δὲ οὔσης μοι τῆς συμφορᾶς, εἰ ἀποφεύξεται, τούτῳ δʼ οὐδενὸς ἀξίας, εἰ κακηγορίας ἁλώσεται, οὐκ ἄρα δίκην παρʼ αὐτοῦ λήψομαι; τίνος ὄντος ἐμοὶ πρὸς ὑμᾶς ἐγκλήματος;