Νόμος ἐπεγγυᾶν δʼ ἐπιορκήσαντα τὸν Ἀπόλλω. δεδιότα δὲ δίκης ἕνεκα δρασκάζειν. τοῦτο τὸ ἐπιορκήσαντα ὀμόσαντά ὀμόσαντα Harpocration: ὀμόσαι MSS. ἐστι, τό τε δρασκάζειν, ὃ νῦν ἀποδιδράσκειν ὀνομάζομεν. ὅστις δὲ ἀπίλλει τῇ θύρᾳ, ἔνδον τοῦ κλέπτου ὄντος. τὸ ἀπίλλειν τοῦτο τοῦτο Markland: τὸ MSS. ἀποκλείειν νομίζεται, καὶ μηδὲν διὰ τοῦτο διαφέρου. τὸ ἀργύριον στάσιμον εἶναι ἐφʼ ὁπόσῳ ἂν βούληται ὁ δανείζων. τὸ στάσιμον τοῦτό ἐστιν, ὦ βέλτιστε, οὐ ζυγῷ ἱστάναι ἀλλὰ τόκον πράττεσθαι ὁπόσον ἂν βούληται. ἔτι δʼ ἀνάγνωθι ἔτι δ’ ἀνάγνωθι P. Mueller: ἐπανάγνωθι MSS. τουτουὶ τουτουὶ Markland: τουτὶ MSS. τοῦ νόμου τὸ τελευταῖον.