Νόμος δεδέσθαι δʼ ἐν τῇ ποδοκάκκῃ ἡμέρας πέντε τὸν πόδα, ἐὰν μὴ μὴ del. Auger προστιμήσῃ ἡ ἡλιαία. ἡ ποδοκάκκη αὕτη ἐστίν, ὦ Θεόμνηστε, ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι. εἰ οὖν ὁ δεθεὶς ἐξελθὼν ἐν ταῖς εὐθύναις τῶν ἕνδεκα κατηγοροίη ὅτι οὐκ ἐν τῇ ποδοκάκκῃ ἐδέδετο ἀλλʼ ἐν τῷ ξύλῳ, οὐκ ἂν ἠλίθιον αὐτὸν νομίζοιεν; λέγε ἕτερον νόμον. Νόμος ἐπεγγυᾶν δʼ ἐπιορκήσαντα τὸν Ἀπόλλω. δεδιότα δὲ δίκης ἕνεκα δρασκάζειν. τοῦτο τὸ ἐπιορκήσαντα ὀμόσαντά ὀμόσαντα Harpocration: ὀμόσαι MSS. ἐστι, τό τε δρασκάζειν, ὃ νῦν ἀποδιδράσκειν ὀνομάζομεν. ὅστις δὲ ἀπίλλει τῇ θύρᾳ, ἔνδον τοῦ κλέπτου ὄντος. τὸ ἀπίλλειν τοῦτο τοῦτο Markland: τὸ MSS. ἀποκλείειν νομίζεται, καὶ μηδὲν διὰ τοῦτο διαφέρου. τὸ ἀργύριον στάσιμον εἶναι ἐφʼ ὁπόσῳ ἂν βούληται ὁ δανείζων. τὸ στάσιμον τοῦτό ἐστιν, ὦ βέλτιστε, οὐ ζυγῷ ἱστάναι ἀλλὰ τόκον πράττεσθαι ὁπόσον ἂν βούληται. ἔτι δʼ ἀνάγνωθι ἔτι δ’ ἀνάγνωθι P. Mueller: ἐπανάγνωθι MSS. τουτουὶ τουτουὶ Markland: τουτὶ MSS. τοῦ νόμου τὸ τελευταῖον. Νόμος ὅσαι δὲ πεφασμένως πολοῦνται, καὶ οἰκῆος καὶ βλάβης τὴν διπλὴν καὶ διπλὴν Schelling: καὶ δούλην MSS. εἶναι ὀφείλειν. προσέχετε τὸν νοῦν. τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς, πολεῖσθαι δὲ βαδίζειν, τὸ δὲ οἰκῆος θεράποντος. πολλὰ δὲ τοιαῦτα καὶ ἄλλα ἐστίν, ὦ ἄνδρες δικασταί. ἀλλʼ εἰ μὴ σιδηροῦς ἐστιν, οἴομαι αὐτὸν ἔννουν γεγονέναι ὅτι τὰ μὲν πράγματα ταὐτά ἐστι νῦν τε καὶ πάλαι, τῶν δὲ ὀνομάτων ἐνίοις οὐ τοῖς αὐτοῖς χρώμεθα νῦν τε καὶ πρότερον. δηλώσει δέ· οἰχήσεται γὰρ ἀπιὼν ἀπὸ τοῦ βήματος σιωπῇ.