<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="11"><p>ἔτι τοίνυν σκέψασθε, ὦ ἄνδρες δικασταί· οὑτοσὶ γάρ μοι δοκεῖ ὑπὸ ῥᾳθυμίας καὶ μαλακίας οὐδʼ εἰς Ἄρειον πάγον ἀναβεβηκέναι. πάντες γὰρ ἐπίστασθε ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ, ὅταν τὰς τοῦ φόνου δίκας δικάζωνται, οὐ διὰ τούτου τοῦ ὀνόματος τὰς διωμοσίας ποιοῦνται, ἀλλὰ διʼ οὗπερ ἐγὼ κακῶς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κακῶς</foreign> Contius: <foreign xml:lang="grc">καλῶς</foreign> MSS.</note> ἀκήκοα· ὁ μὲν γὰρ διώκων ὡς ἔκτεινε διόμνυται, ὁ δὲ φεύγων ὡς οὐκ ἔκτεινεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="12"><p>οὐκ οὖν ἄτοπον ἂν εἴη τὸν δράσαντʼ ἀφεῖναι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δράσαντ’ ἀφεῖναι</foreign> Dobson: <foreign xml:lang="grc">δείξαντα κτεῖναι</foreign>.</note> φάσκοντα ἀνδροφόνον εἶναι, ὅτι ὁ διώκων, ὡς ἔκτεινε, τὸν φεύγοντα διωμόσατο; τί γὰρ ταῦτα, ὧν οὗτος ἐρεῖ, διαφέρει; καὶ αὐτὸς μὲν Λυσιθέῳ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Λυσιθέῳ</foreign> Frohberger: <foreign xml:lang="grc">θέωνι</foreign> MSS.</note> κακηγορίας ἐδικάσω εἰπόντι σε<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπόντι σε</foreign> Taylor: <foreign xml:lang="grc">εἰπε τίς σε</foreign>.</note> ἐρριφέναι τὴν ἀσπίδα. καίτοι περὶ μὲν τοῦ ῥῖψαι οὐδὲν <add>ἐν</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐν</foreign> add. Markland</note> τῷ νόμῳ εἴρηται, ἐὰν δέ τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, πεντακοσίας δραχμὰς ὀφείλειν κελεύει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="13"><p>οὐκ οὖν δεινόν, εἰ ὅταν μὲν δέῃ σὲ κακῶς ἀκούσαντα τοὺς ἐχθροὺς τιμωρεῖσθαι, οὕτω τοὺς νόμους ὥσπερ ἐγὼ νῦν λαμβάνεις, ὅταν δʼ ἕτερον παρὰ τοὺς νόμους εἴπῃς κακῶς, οὐκ ἀξιοῖς δοῦναι δίκην; πότερον οὕτως σὺ δεινὸς εἶ ὥστε, ὅπως ἂν βούλῃ, οἷός τʼ εἶ χρῆσθαι τοῖς νόμοις, ἢ τοσοῦτον δύνασαι ὥστε οὐδέποτε οἴει τοὺς ἀδικουμένους ὑπὸ σοῦ τιμωρίας τεύξεσθαι; εἶτʼ οὐκ αἰσχύνῃ οὕτως ἀνοήτως διακείμενος,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="14"><p>ὥστε οὐκ ἐξ ὧν εὖ πεποίηκας τὴν πόλιν, ἀλλʼ ἐξ ὧν ἀδικῶν οὐ δέδωκας δίκην, οἴει δεῖν πλεονεκτεῖν; καί μοι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καί μοι</foreign> Markland: <foreign xml:lang="grc">καίτοι</foreign> MSS.</note> ἀνάγνωθι τὸν νόμον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" n="15"><p rend="align(center)"><label>Νόμος</label></p><p rend="align(indent)">ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ὑμᾶς μὲν πάντας εἰδέναι ἡγοῦμαι ὅτι ἐγὼ μὲν ὀρθῶς λέγω, τοῦτον δὲ οὕτω σκαιὸν εἶναι ὥστε οὐ δύνασθαι μαθεῖν τὰ λεγόμενα. βούλομαι οὖν αὐτὸν καὶ ἐξ ἑτέρων νόμων περὶ τούτων διδάξαι, ἐάν πως ἀλλὰ νῦν ἐπὶ τοῦ βήματος παιδευθῇ καὶ τὸ λοιπὸν ἡμῖν μὴ παρέχῃ πράγματα. καί μοι ἀνάγνωθι τούτους τοὺς νόμους τοὺς Σόλωνος τοὺς παλαιούς.</p></div></div></body></text></TEI>