<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg009.perseus-grc2" n="19"><p rend="align(indent)">
  οἵδε μὲν οὖν ἐκ παντὸς <del>τοῦ</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign> del. Dobree</note> τρόπου προθυμοῦνταί με τῇ δίκῃ ἁλῶναι· ὑμεῖς δὲ μήτε ταῖς τούτων διαβολαῖς ἐπαρθέντες ἐμοῦ καταψηφίσησθε, μήτε τοὺς βέλτιον καὶ δικαίως βουλευσαμένους ἀκύρους καταστήσητε. οἵδε μὲν γὰρ ἅπαντα καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ εἰκὸς ἔπραξαν, καὶ ἠδικηκότες μὲν οὐδὲν φαίνονται, λόγον δὲ πλεῖστον τοῦ δικαίου ποιησάμενοι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg009.perseus-grc2" n="20"><p>τούτων μὲν οὖν ἀδικούντων μετρίως <del>ἂν</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> del. Baiter</note> ἠγανάκτουν, ἡγούμενος τετάχθαι τοὺς μὲν ἐχθροὺς κακῶς ποιεῖν, τοὺς δὲ φίλους εὖ· παρʼ ὑμῶν δὲ τοῦ δικαίου στερηθεὶς πολὺ ἂν μᾶλλον λυπηθείην. διʼ ἔχθραν μὲν γὰρ οὐ δόξω κακῶς πεπονθέναι, διὰ κακίαν δὲ τῆς πόλεως. </p></div></div></body></text></TEI>