συνέγνωσαν δὲ καὶ αὐτοὶ σφίσιν ὡς ἠδικηκότες· οὔτε γὰρ εὐθύνας ὑπέσχον, οὔτε εἰς δικαστήριον εἰσελθόντες τὰ πραχθέντα ψήφῳ κύρια κατέστησαν. εἰ δʼ οὖν ἐζημίωσαν μὲν οἵδε προσηκόντως, ἐκύρωσαν δʼ ἐν ὑμῖν τὴν ἐπιβολήν, τῶν ταμιῶν ἀφέντων εἰκότως ἂν τοῦ ἐγκλήματος ἀπηλλαγμένος εἴην. ἀπηλλαγμένος εἴην Schott: ἀπηλλαγμένοι εἷεν . εἰ μὲν γὰρ μὴ μὴ add. Thalheim κύριοι ἦσαν πράξασθαι ἢ ἀφεῖναι, ἐννόμως ζημιωθεὶς εὐλόγως ἂν ὤφειλον· εἰ δʼ ἔξεστι μὲν αὐτοῖς ἀφεῖναι, διδόασι δὲ λόγους λόγους Dobree: αὐτοῖς MSS. ὑπὲρ ὧν ἂν διαχειρίζωσιν, εἴ τι ἠδικήκασι, τῆς προσηκούσης ῥᾳδίως δίκης τεύξονται. ᾧ μὲν τρόπῳ παρεδόθην καὶ ἐζημιώθην, ἐπίστασθε· δεῖ δʼ ὑμᾶς μὴ μόνον τοῦ ἐγκλήματος τὴν αἰτίαν ἀλλὰ καὶ τῆς ἔχθρας τὴν πρόφασιν εἰδέναι. Σωστράτῳ γὰρ φίλος ἐγενόμην πρότερον μὲν τῆς τούτων ἔχθρας, εἰδὼς δὲ περὶ τὴν πόλιν ἄξιον λόγου γεγενημένον. γνώριμος δὲ γενόμενος διὰ τῆς ἐκείνου δυναστείας οὔτʼ ἐχθρὸν ἐτιμωρησάμην οὔτε φίλον ηὐεργέτησα· ζῶντος μὲν γὰρ διὰ τὴν ἀνάγκῃ διὰ τὴν ἀνάγκην MSS.: καὶ ἀνάγκη Emperius διὰ τὴν ἡλικίαν ἐσχόλαζον, ἐκλιπόντος δὲ τὸν βίον οὔτε λόγῳ οὔτε ἔργῳ ἔβλαψα οὐδένα τῶν κατηγορούντων, ἔχω δὲ καὶ τοιαῦτα εἰπεῖν, ἐξ ὧν ὠφελοίμην ἂν πολὺ δικαιότερον ὑπὸ τῶν ἀντιδίκων ἢ κακῶς πάσχοιμι. τὴν μὲν οὖν ὀργὴν διὰ τὰ προειρημένα συνεστήσαντο, προφάσεως οὐδεμιᾶς πρὸς ἔχθραν ὑπαρχούσης. ὀμόσαντες μὲν οὖν τοὺς ἀστρατεύτους καταλέξειν παρέβησαν τοὺς ὅρκους, προὔθεσαν δὲ τῷ πλήθει βουλεύσασθαι βουλεύσασθαι Reiske: βουλεῦσαι MSS. περὶ τοῦ σώματος,