συνέγνωσαν δὲ καὶ αὐτοὶ σφίσιν ὡς ἠδικηκότες· οὔτε γὰρ εὐθύνας ὑπέσχον, οὔτε εἰς δικαστήριον εἰσελθόντες τὰ πραχθέντα ψήφῳ κύρια κατέστησαν. εἰ δʼ οὖν ἐζημίωσαν μὲν οἵδε προσηκόντως, ἐκύρωσαν δʼ ἐν ὑμῖν τὴν ἐπιβολήν, τῶν ταμιῶν ἀφέντων εἰκότως ἂν τοῦ ἐγκλήματος ἀπηλλαγμένος εἴην. ἀπηλλαγμένος εἴην Schott: ἀπηλλαγμένοι εἷεν . εἰ μὲν γὰρ μὴ μὴ add. Thalheim κύριοι ἦσαν πράξασθαι ἢ ἀφεῖναι, ἐννόμως ζημιωθεὶς εὐλόγως ἂν ὤφειλον· εἰ δʼ ἔξεστι μὲν αὐτοῖς ἀφεῖναι, διδόασι δὲ λόγους λόγους Dobree: αὐτοῖς MSS. ὑπὲρ ὧν ἂν διαχειρίζωσιν, εἴ τι ἠδικήκασι, τῆς προσηκούσης ῥᾳδίως δίκης τεύξονται.