τί ποτε διανοηθέντες οἱ ἀντίδικοι τοῦ μὲν πράγματος παρημελήκασι, τὸν δὲ τρόπον μου ἐπεχείρησαν διαβάλλειν; πότερον ἀγνοοῦντες ὅτι περὶ τοῦ πράγματος προσήκει λέγειν; ἢ τόδε μὲν ἐπίστανται, ἡγούμενοι δὲ λήσειν περὶ τοῦ τοῦ del. Markland παντὸς πλείω λόγον ἢ τοῦ προσήκοντος ποιοῦνται; ὅτι μὲν οὐκ ἐμοῦ καταφρονήσαντες ἀλλὰ τοῦ πράγματος τοὺς λόγους ποιοῦνται, σαφῶς ἐπίσταμαι· εἰ μέντοι ὑμᾶς οἴονται διʼ ἄγνοιαν ἄγνοιαν Rauchenstein: εὔνοιαν MSS. ὑπὸ τῶν διαβολῶν πεισθέντας καταψηφιεῖσθαί μου, τοῦτʼ τοῦτʼ Markland: οὐκ MSS. ἂν θαυμάσαιμι.