χρῆν γὰρ ὑμᾶς ἢ μὴ κακῶς λέγειν ἢ μὴ ξυνεῖναι, καὶ ταῦτα φανερῶς ἀπειπόντας ὁμιλίαν. εἰ δὲ αἰσχρὸν ἡγεῖσθε τοῦτο, πῶς αἰσχρὸν ἦν ὑμῖν ξυνεῖναι, πρὸς οὓ οὐδὲ ἀπειπεῖν καλὸν ἡγεῖσθε; καὶ μὴν οὐδὲν αὐτὸς ἐξηῦρον αὐτὸς ἐξηῦρον Schott: οὖτος ἐξεῦρεν . ὁπόθεν ἂν εἰκότως ὑπερείδετε τὴν ἐμὴν ὁμιλίαν. οὔτε γὰρ ὑμᾶς σοφωτάτους ἑώρων ὄντας, ἐμαυτὸν δʼ ἀμαθέστατον, οὐ μὴν οὐδὲ πολυφίλους ὑμᾶς, ἐμαυτὸν δʼ ἔρημον φίλων, οὐδʼ αὖ πλουτοῦντας, ἐμὲ δὲ πενόμενον, οὐδʼ αὖ ὑμᾶς μὲν ὑπερευδοκιμοῦντας, ἐμαυτὸν δὲ διαβεβλημένον, οὐδὲ τὰ μὲν ἐμὰ πράγματα κινδυνεύοντα, τὰ δʼ ὑμέτερα ἀσφαλῶς ἔχοντα. πόθεν ἂν οὖν εἰκότως ὑπώπτευον ἄχθεσθαί μοι συνόντι; καὶ ταῦτα δʼ ὅτε πρὸς τοὺς τελευταίους ἐλέγετʼ οὐκ ὅτε ἐλέγετʼ οὐκ Sauppe: ὅτι ἔλεγεν, οὕς MSS. ᾤεσθε ἀπαγγελεῖν ἡμῖν, κἀνταῦθα σόφισμα καλὸν ἡγούμενοι ἡγούμενοι Dobree: εῖναι εἰ . περιήλθετε πάντας πάντας Sauppe: πάντες MSS. ὑμῶν αὐτῶν κατηγοροῦντες ὅτι πονηροῖς ἑκόντες ὁμιλεῖτε. περὶ μὲν οὖν τοῦ λέγοντος οὐδὲν ἂν περαίνοιτε πυνθανόμενοι. πρῶτον μὲν γὰρ εἰδότες εισότες Reiske: εἰπόντες MSS. ἐρήσεσθε τὸν εἰπόντα μοι· πῶς γὰρ οὐκ ἴστε πρὸς ὃν ἐλέγετε τὸν λόγον; ἔπειτα κακὸς ἂν εἴην, εἰ ταὐτὰ ταὐτὰ Scaliger: τὰ MSS. ποιήσαιμι αὐτὸν ἅπερ ἐκεῖνος ὑμᾶς. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, ἐφʼ οἷσπερ ὑμεῖς ἐλέγετε πρὸς ἐκεῖνον. ἐκεῖνος μὲν γὰρ ἐμοὶ χαριζόμενος ἀπήγγειλε τοῖς ἐμοῖς ἀναγκαίοις, ὑμεῖς δὲ βλάπτειν ἐμὲ βουλόμενοι πρὸς ἐκεῖνον ἐλέγετε. καὶ ταῦτα εἰ μὲν ἠπίστουν, ἐξελέγχειν ἂν ἐζήτουν· νῦν δὲ (ξυμβαίνει γὰρ καὶ ταῦτα τοῖς πρὸ τοῦ, καὶ ἐμοὶ σημεῖα ταῦτα μὲν ἐκείνων ἐστίν, ἐκεῖνα δὲ τούτων ἱκανά) πρῶτον μὲν ἅπαντα διʼ ὑμῶν πράξαντά με περὶ τῆς θέσεως τοῦ ἵππου πρὸς Ἡγέμαχον, πρὸς Ἡγέμαχον Dobree: προσῆγε μαχόμενον . κάμνοντα τὸν ἵππον ἀνάγειν με βουλόμενον Διόδωρος οὑτοσὶ ἀποτρέπειν ἐπειρᾶτο, φάσκων οὐδὲν ἀντιλέξειν περὶ τῶν δώδεκα μνῶν Πολυκλέα, ἀλλʼ ἀποδώσειν. τότε λέγων ταῦτα, μετὰ τὸν θάνατον τοῦ ἵππου κατέστη τελευτῶν ἀντίδικος μετὰ τούτων, λέγων ὡς οὐ δίκαιόν με εἴη κομίσασθαι τὸ ἀργύριον.