τοιαύτας προφάσεις προφασιζόμενοι τότε μὲν ἐκ τῆς ἐμῆς καὶ Θρασυμάχου συνουσίας ἐστὲ φανεροί, νῦν δὲ ἐπειδὴ ἐκλελοίπασιν ὑμᾶς αἱ προφάσεις, ἐλευθεριώτερόν με κακῶσαι λείπετε ἤδη λείπετε ἤδη Scheibe: λείπετε, λέπτίδι MSS. οὐδέν. χρῆν μὲν οὖν τότε με γιγνώσκειν ὀφειλόμενόν μοι ταῦτα παθεῖν, ὅτε καὶ πρὸς ἐμὲ περὶ ὑμῶν αὐτῶν ἐλέγετε ἐλέγετε Contius: ἔλεγε MSS. κακῶς· ἔπειτα καὶ περὶ Πολυκλέους, ᾧ νυνὶ βοηθεῖτε, πάντʼ εἴρηκα πρὸς ὑμᾶς. κατὰ τί δὴ ταῦτα οὐκ οὐκ add. Reiske ἐφυλαττόμην; εὔηθές τι ἔπαθον. ᾤμην γὰρ ἀπόθετος ὑμῖν εἶναι φίλος τοῦ μηδὲν ἀκοῦσαι κακὸν διʼ αὐτὸ τοῦτο, διότι πρὸς ἐμὲ τοὺς ἄλλους ἐλέγετε κακῶς, κακῶς Foertsch: καὶ MSS. παρακαταθήκην ἔχων ὑμῶν παρʼ ἑκάστου λόγους πονηροὺς περὶ ἀλλήλων. ἐγὼ τοίνυν ἑκὼν ὑμῖν ἐξίσταμαι τῆς φιλίας, ἐπεί τοι μὰ τοὺς θεοὺς οὐκ οἶδʼ ὅ τι ζημιωθήσομαι μὴ ξυνὼν ὑμῖν· οὐδὲ γὰρ ὠφελούμην ξυνών. πότερον γάρ, ὅταν ᾖ τί μοι πρᾶγμα, τότε ποθέσομαι τὸν ἐροῦντα καὶ τοὺς μαρτυρήσοντας; καὶ νῦν ἀντὶ μὲν τοῦ λέγειν ὑπὲρ ἐμοῦ τὸν λέγοντα πειρᾶσθε ἀντὶ δὲ τοῦ βοηθεῖν ἐμοὶ καὶ μαρτυρεῖν τὰ δίκαια ξύνεστε τοῖς ἐμοῖς ἀντιδίκοις καὶ μαρτυρεῖτε. ἀλλʼ ὡς εὖνοι εὖνοι Reiske: εὔνους MSS. ὄντες ἐμοὶ τὰ βέλτιστα ἐρεῖτε περὶ ἐμοῦ; ἀλλὰ καὶ νῦν ὑμεῖς με μόνοι μόνοι Bekker: μόνον MSS. κακῶς λέγετε. τὸ μὲν οὖν ἐμὸν οὐκ ἐμποδὼν ὑμῖν ἔσται. τοιοῦτον δʼ ἄρα δ’ ἄρα Thalheim: γὰρ MSS. πρὸς ὑμᾶς αὐτοὺς πείσεσθε, ἐπειδή περ ὑμῖν ἔθος ἐστὶν ἕνα τῶν ξυνόντων ἀεὶ κακῶς λέγειν καὶ ποιεῖν· ἐπειδὰν ὑμῖν ἐγὼ μὴ ξυνῶ, μὴ ξυνῶ Markland: μηνύσω, μηνίσω MSS. πρὸς ὑμᾶς αὐτοὺς τρέψεσθε, τρέψεσθε Markland: τρέπεσθε MSS. κἄπειτα καθʼ ἕνα ἕκαστον ὑμῖν αὐτοῖς ἀπεχθήσεσθε, τὸ δὲ τελευταῖον εἷς ὁ λειπόμενος αὐτὸς αὑτὸν κακῶς ἐρεῖ. κερδανῶ δὲ τοσοῦτον, ὅτι πρῶτος νῦν πρῶτος νῦν Thalheim: πρῶτον μὲν . ὑμῶν ἀπαλλαγεὶς ἐλάχιστα κακῶς ὑφʼ ὑμῶν πείσομαι· τοὺς μὲν γὰρ χρωμένους ὑμῖν κακῶς καὶ λέγετε καὶ ποιεῖτε, τῶν δὲ μὴ χρωμένων οὐδένα πώποτε.