καίτοιγε σφῶν σφῶν Dobree: ἐφ’ ὧν . γε αὐτῶν κατηγόρουν. εἰ γὰρ ἃ μετὰ τούτων ἔπραττον ἔπραττον add. anon. Fritzschii ἀδικουμένῳ μοι μηδὲν ἦν δίκαιον εἰπεῖν, ἦ που κακῶς κακῶς Gerknet et Bizos: καλῶς MSS. συνέπραττον. καὶ ἐγὼ μὲν ᾤμην φιλοσοφοῦντας αὐτοὺς περὶ τοῦ πράγματος ἀντιλέγειν τὸν ἐναντίον λόγον· οἱ δʼ ἄρα οὐκ ἀντέλεγον ἀλλʼ ἀντέπραττον, καὶ διὰ τοῦτο ἀντέλεγον, ἀντέγον Emperius: ἀντέπραττον MSS. ἵνα τὸν ἐμὸν λόγον εἰδείη Πολυκλῆς· ἐδηλώθη γὰρ ταῦτα. παρόντων τῶν διαιτητῶν ὀργιζόμενος ὀργιζόμενος Markland: ὁριζόμενος MSS. ὁ Πολυκλῆς εἶπεν ὅτι καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις ἀδικεῖν δοκοίην, ὡς πρὸς ἐκεῖνον λέγοιεν. ἆρά γε ταῦτα ξυμβαίνει τοῖς ἀπαγγελλομένοις; ὁ γὰρ αὐτὸς ἀπήγγειλεν ὡς τοὺς ὑπὲρ ἐμοῦ μέλλοντας λέγειν ἀποτρέψειν ἀποτρέψειν Contius: ἀποτρέπειν MSS. φάσκοιτε, τοὺς δέ τινας ἤδη κωλύσαιτε. κωλύσαιτε Reiske: κωλύσετε MSS. καὶ ταῦτα τί με δεῖ φανερώτερον ἐξελέγχειν ἔτι ἔτι Reiske: ὅτι MSS. ; φέρε γάρ, ᾔδει ποτʼ ἐκεῖνος ὅτι Κλειτοδίκου δεηθεὶς ἐπιλέγειν ἐπιλέγειν Emperius10 ἐκλέγειν MSS. οὐκ ἔτυχον; οὐ γὰρ δὴ παρῆν τούτοις· ἢ τί ἢ τί Emperius: ἐπεὶ MSS. κέρδος ἦν αὐτῷ διαβάλλειν ἐμὲ πρὸς ὑμᾶς οὕτω προθύμως, ὥστε σπουδάσαι πρὸς τοὺς ἐμοὺς ἀναγκαίους πλάσασθαι ταῦτα; γιγνώσκω δὲ νῦν ἤδη καὶ πάλαι ζητοῦντας πρόφασιν, ἡνίκα Θρασύμαχον ὑμᾶς ἐφάσκετε κακῶς λέγειν διʼ ἐμέ. καὶ ἐγὼ μὲν ἠρώτων αὐτὸν εἰ διʼ ἐμὲ κακῶς λέγοι Διόδωρον· ὁ δὲ τοσοῦτον ὑπερεῖδε τὸ διʼ ἐμέ· πολλοῦ γὰρ δεῖν ἔφη διʼ ὁντινοῦν εἰρηκέναι Διόδωρον κακῶς. καὶ ταῦτα προσάγοντος ἐμοῦ πρόθυμος ὁ Θρασύμαχος ἦν ἐξελέγχεσθαι, περὶ ὧν οὗτος ἔλεγεν· οὗτος δὲ πάντʼ ἂν πάντ’ ἂν Markland: πάντων, πάντα MSS. μᾶλλον διεπράττετο. μετὰ τοῦτο Αὐτοκράτης ἐμοῦ παρόντος Θρασυμάχω ἔλεγεν Εὐρυπτόλεμον αὐτῷ μέμφεσθαι, φάσκοντα κακῶς ἀκούειν ὑπʼ αὐτοῦ· τὸν ἀπαγγέλλοντα δὲ εἶναι Μηνόφιλον. εὐθὺς δʼ ἐκεῖνος ἐπὶ τὸν Μηνόφιλον ἐβάδιξε μετʼ ἐμοῦ· κἀκεῖνος οὔτε ἀκοῦσαι πώποτε ἔφασκεν οὔτε ἀπαγγεῖλαι πρὸς Εὐρυπτόλεμον, καὶ οὐ ταῦτα μόνον, ἀλλʼ οὐδὲ διειλέχθαι πολλοῦ χρόνου.