<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2" n="1"><p rend="align(indent)">ἐπιτήδειόν μοι δοκῶ καιρὸν εἰληφέναι περὶ ὧν εἰπεῖν ἐβουλόμην πάλαι· πάρεισι μὲν γὰρ οἷς ἐπεγκαλῶ, πάρεισι δὲ ὧν ἐναντίον ἐπιθυμῶ μέμψασθαι τοῖς ἀδικοῦσιν ἐμέ. καίτοι πολλῷ πλείων ἐστὶ σπουδὴ πρὸς τοὺς παρόντας· τοὺς μὲν γὰρ <add>παρʼ</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παρʼ</foreign> add. Emperius</note> οὐδὲν οἶμαι τιμήσειν, εἰ τοῖς ἐπιτηδείοις ἀνεπιτήδειοι δόξουσιν εἶναι (τὴν γὰρ ἀρχὴν οὐδʼ ἂν ἐπεχείρουν ἐξαμαρτάνειν εἰς ἐμὲ), </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2" n="2"><p>τοῖς δὲ βουλοίμην ἂν δόξαι μηδὲν ἀδικῶν τούτους ὑπὸ τούτων ἀδικεῖσθαι πρότερον. ἀνιαρὸν μὲν οὖν ἀναγκάζεσθαι λέγειν περὶ τούτων, ἀδύνατον δὲ μὴ λέγειν, ὅταν ἐναντίον τῆς ἐλπίδος κακῶς πάσχω καὶ τοὺς δοκοῦντας εἶναι φίλους ἀδικοῦντας εὑρίσκω. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2" n="3"><p rend="align(indent)">πρῶτον μὲν οὖν, ἵνα μή τις ὑμῶν τάχα δὴ βοηθῶν οἷς ἐξημάρτηκε πρόφασιν πορίσηται τῆς ἁμαρτίας, εἰπάτω οὖν τίς ὑμῶν ὑπʼ ἐμοῦ κακῶς ἀκήκοεν ἢ πέπονθεν, ἢ τίς ἐμοῦ δεηθεὶς οὐκ ἔτυχεν ὧν ἐγώ τε δυνατὸς ἦ κἀκεῖνος ἐπήγγειλε. — τί δῆτά με κακῶς τὰ μὲν λέγειν τὰ δὲ ποιεῖν χειρεῖτε, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2" n="4"><p>καὶ ταῦτα πρὸς τούτους ἡμᾶς διαβάλλειν, οὓς πρὸς ἡμᾶς αὐτοὺς διεβάλλετε; καίτοι οὕτως ἠνωχλεῖτε,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἠνωχλεῖτε</foreign> Kayser: <foreign xml:lang="grc">ἐνοχλεῖ</foreign> MSS.</note> ὥστε περὶ πλείονος ἐποιήσατό <add>τις</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τις</foreign> add. Thalheim</note> δοκεῖν ἐμοῦ κήδεσθαι, ἢ ἄλλον<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἢ ἄλλον</foreign> Gerknet et Bizos: <foreign xml:lang="grc">καὶ μᾶλλον</foreign>.</note> ἐμοὶ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐμοὶ</foreign> Emperius: <foreign xml:lang="grc">ἐμοῦ</foreign> MSS.</note> κατειπεῖν. ἃ δʼ ἔλεγε, πάντα μὲν οὐκ ἂν εἴποιμι (καὶ γὰρ ἀκούων ἠχθόμην) οὐδʼ ἂν ὑμῖν ἐπικαλῶν, ὅτι ἐλέγετε κατʼ ἐμοῦ, ταὐτὰ λέξαιμι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ λέξαιμι</foreign> Markland: <foreign xml:lang="grc">ταῦτα δόξαιμι</foreign>.</note>. καὶ γὰρ ἂν ἀπολύοιμι τῆς αἰτίας ὑμᾶς, εἴπερ ὑμῖν ταὐτὰ λέγοιμι περὶ ἐμαυτοῦ· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2" n="5"><p>ἃ δὲ ὑβρίζειν οἰόμενοι ἐμὲ καταγελάστους ὑμᾶς αὐτοὺς ἐποιεῖτε, ταῦτα λέξω. βίᾳ γὰρ ὑμῖν ἐφάσκετέ με ξυνεῖναι καὶ διαλέγεσθαι, καὶ πάντα ποιοῦντες οὐκ ἔχειν ὅπως ἀπαλλαγῆτέ μου, καὶ τὸ τελευταῖον ἀκόντων ὑμῶν Ἐλευσῖνάδε ξυνθεωρεῖν. καὶ ταῦτα λέγοντες οἴεσθε μὲν ἐμὲ κακολογεῖν, ἀποφαίνετε δὲ σκαιοτάτους ἑαυτούς, οἵτινες <del>μὲν</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> del. Bekker</note> ὑπὸ τὸν αὐτὸν χρόνον τὸν αὐτὸν ἄνδρα λάθρᾳ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄνδρα λάθρᾳ</foreign> Reiske: <foreign xml:lang="grc">λάθρᾳ ἄνδρα</foreign>.</note> μὲν ἐλοιδορεῖτε, φανερῶς δὲ φίλον ἐνομίζετε. </p></div></div></body></text></TEI>