ἐπιτήδειόν μοι δοκῶ καιρὸν εἰληφέναι περὶ ὧν εἰπεῖν ἐβουλόμην πάλαι· πάρεισι μὲν γὰρ οἷς ἐπεγκαλῶ, πάρεισι δὲ ὧν ἐναντίον ἐπιθυμῶ μέμψασθαι τοῖς ἀδικοῦσιν ἐμέ. καίτοι πολλῷ πλείων ἐστὶ σπουδὴ πρὸς τοὺς παρόντας· τοὺς μὲν γὰρ παρʼ παρʼ add. Emperius οὐδὲν οἶμαι τιμήσειν, εἰ τοῖς ἐπιτηδείοις ἀνεπιτήδειοι δόξουσιν εἶναι (τὴν γὰρ ἀρχὴν οὐδʼ ἂν ἐπεχείρουν ἐξαμαρτάνειν εἰς ἐμὲ), τοῖς δὲ βουλοίμην ἂν δόξαι μηδὲν ἀδικῶν τούτους ὑπὸ τούτων ἀδικεῖσθαι πρότερον. ἀνιαρὸν μὲν οὖν ἀναγκάζεσθαι λέγειν περὶ τούτων, ἀδύνατον δὲ μὴ λέγειν, ὅταν ἐναντίον τῆς ἐλπίδος κακῶς πάσχω καὶ τοὺς δοκοῦντας εἶναι φίλους ἀδικοῦντας εὑρίσκω. πρῶτον μὲν οὖν, ἵνα μή τις ὑμῶν τάχα δὴ βοηθῶν οἷς ἐξημάρτηκε πρόφασιν πορίσηται τῆς ἁμαρτίας, εἰπάτω οὖν τίς ὑμῶν ὑπʼ ἐμοῦ κακῶς ἀκήκοεν ἢ πέπονθεν, ἢ τίς ἐμοῦ δεηθεὶς οὐκ ἔτυχεν ὧν ἐγώ τε δυνατὸς ἦ κἀκεῖνος ἐπήγγειλε. — τί δῆτά με κακῶς τὰ μὲν λέγειν τὰ δὲ ποιεῖν χειρεῖτε, καὶ ταῦτα πρὸς τούτους ἡμᾶς διαβάλλειν, οὓς πρὸς ἡμᾶς αὐτοὺς διεβάλλετε; καίτοι οὕτως ἠνωχλεῖτε, ἠνωχλεῖτε Kayser: ἐνοχλεῖ MSS. ὥστε περὶ πλείονος ἐποιήσατό τις τις add. Thalheim δοκεῖν ἐμοῦ κήδεσθαι, ἢ ἄλλον ἢ ἄλλον Gerknet et Bizos: καὶ μᾶλλον . ἐμοὶ ἐμοὶ Emperius: ἐμοῦ MSS. κατειπεῖν. ἃ δʼ ἔλεγε, πάντα μὲν οὐκ ἂν εἴποιμι (καὶ γὰρ ἀκούων ἠχθόμην) οὐδʼ ἂν ὑμῖν ἐπικαλῶν, ὅτι ἐλέγετε κατʼ ἐμοῦ, ταὐτὰ λέξαιμι ταὐτὰ λέξαιμι Markland: ταῦτα δόξαιμι . . καὶ γὰρ ἂν ἀπολύοιμι τῆς αἰτίας ὑμᾶς, εἴπερ ὑμῖν ταὐτὰ λέγοιμι περὶ ἐμαυτοῦ· ἃ δὲ ὑβρίζειν οἰόμενοι ἐμὲ καταγελάστους ὑμᾶς αὐτοὺς ἐποιεῖτε, ταῦτα λέξω. βίᾳ γὰρ ὑμῖν ἐφάσκετέ με ξυνεῖναι καὶ διαλέγεσθαι, καὶ πάντα ποιοῦντες οὐκ ἔχειν ὅπως ἀπαλλαγῆτέ μου, καὶ τὸ τελευταῖον ἀκόντων ὑμῶν Ἐλευσῖνάδε ξυνθεωρεῖν. καὶ ταῦτα λέγοντες οἴεσθε μὲν ἐμὲ κακολογεῖν, ἀποφαίνετε δὲ σκαιοτάτους ἑαυτούς, οἵτινες μὲν μὲν del. Bekker ὑπὸ τὸν αὐτὸν χρόνον τὸν αὐτὸν ἄνδρα λάθρᾳ ἄνδρα λάθρᾳ Reiske: λάθρᾳ ἄνδρα . μὲν ἐλοιδορεῖτε, φανερῶς δὲ φίλον ἐνομίζετε.