<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2" n="6"><p>πάντες γὰρ ἐπίστασθε ὅτι <add>ὁ</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁ</foreign> add. Dobree</note> πόλεμος καὶ ἄλλων πολλῶν αἴτιος κακῶν γεγένηται, καὶ τὰ μὲν πόρρω ὑπὸ Λακεδαιμονίων ἐτέμνετο, τὰ δʼ ἐγγὺς ὑπὸ τῶν φίλων διηρπάζετο· ὥστε πῶς ἂν δικαίως ὑπὲρ τῶν <add>τότε</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τότε</foreign> add. Reiske</note> τῇ πόλει γεγενημένων συμφορῶν ἐγὼ νυνὶ δίκην διδοίην; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2" n="7"><p>ἄλλως τε καὶ τοῦτο τὸ χωρίον ἐν τῷ πολέμῳ δημευθὲν ἄπρατον ἦν πλεῖν ἢ τρία ἔτη. οὐ θαυμαστὸν δʼ εἰ τότε τὰς μορίας ἐξέκοπτον, ἐν ᾧ οὐδὲ τὰ ἡμέτερʼ αὐτῶν φυλάττειν ἐδυνάμεθα. ἐπίστασθε δέ, ὦ βουλή, ὅσοι μάλιστα τῶν τοιούτων ἐπιμελεῖσθε, πολλὰ ἐν ἐκείνῳ τῷ χρόνῳ δασέα ὄντα ἰδίαις καὶ μορίαις ἐλάαις, ὧν νῦν τὰ πολλὰ ἐκκέκοπται καὶ ἡ γῆ ψιλὴ γεγένηται· καὶ τῶν αὐτῶν καὶ ἐν τῇ εἰρήνῃ καὶ ἐν τῷ πολέμῳ κεκτημένων οὐκ ἀξιοῦτε παρʼ αὐτῶν, ἑτέρων ἐκκοψάντων, δίκην λαμβάνειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2" n="8"><p>καίτοι εἰ τοὺς διὰ παντὸς τοῦ χρόνου γεωργοῦντας τῆς αἰτίας ἀφίετε, ἦ που χρὴ τούς γʼ ἐν τῇ εἰρήνῃ πριαμένους ἀφʼ ὑμῶν ἀζημίους γενέσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2" n="9"><p rend="align(indent)">ἀλλὰ γάρ, ὦ βουλή, περὶ μὲν τῶν πρότερον γεγενημένων πολλὰ ἔχων εἰπεῖν ἱκανὰ νομίζω τὰ εἰρημένα· ἐπειδὴ δʼ ἐγὼ παρέλαβον τὸ χωρίον, πρὶν ἡμέρας πέντε γενέσθαι, ἀπεμίσθωσα Καλλιστράτῳ, ἐπὶ Πυθοδώρου ἄρχοντος·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2" n="10"><p>ὃς δύο<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃς δύο</foreign> Harpocration: <foreign xml:lang="grc">δύο δʼ</foreign>.</note> ἔτη ἐγεώργησεν, οὔτε ἰδίαν ἐλάαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών. τρίτῳ δὲ ἔτει Δημήτριος οὑτοσὶ εἰργάσατο ἐνιαυτόν· τῷ δὲ τετάρτῳ Ἀλκίᾳ Ἀντισθένους ἀπελευθέρῳ ἐμίσθωσα, ὃς τέθνηκε· κᾆτα<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κᾆτα</foreign> Meutzner: <foreign xml:lang="grc">ταῦτα</foreign> MSS.</note> τρία ἔτη ὁμοίως καὶ Πρωτέας ἐμισθώσατο. καί μοι δεῦρʼ ἴτε, μάρτυρες.</p></div></div></body></text></TEI>