οἷς ὑπὸ τῆς πόλεως τὸν ἅπαντα χρόνον προστέτακται τῶν μορίων ἐλαῶν ἐπιμελεῖσθαι, μήθʼ ὡς ἐπεργαζόμενον ὲπεργαζόμενον Stephanus: ἀπεργαζόμενον MSS. πώποτε ζημιῶσαί με με add. Meutzner μήθʼ ὡς ἀφανίσαντα εἰς κίνδυνον καταστῆσαι, τοῦτον δʼ ὃς οὔτε γεωργῶν ἐγγὺς τυγχάνει οὔτʼ ἐπιμελητὴς ᾑρημένος οὔθʼ ἡλικίαν ἔχων εἰδέναι περὶ τῶν τοιούτων, ἀπογράψαι με ἐκ γῆς ἐκ γῆς Jacobs: ἐγγὺς MSS. μορίαν ἀφανίζειν. ἐγὼ τοίνυν δέομαι ὑμῶν μὴ τοὺς τοιούτους λόγους πιστοτέρους ἡγήσασθαι τῶν ἔργων, μηδὲ περὶ ὧν αὐτοὶ σύνιστε, τοιαῦτʼ τοιαῦτʼ Lipsius: ταῦτʼ . ἀνασχέσθαι τῶν ἐμῶν ἐχθρῶν λεγόντων, ἐνθυμουμένους καὶ ἐκ τῶν εἰρημένων καὶ ἐκ τῆς ἄλλης πολιτείας. ἐγὼ γὰρ τὰ ἐμοὶ προστεταγμένα ἅπαντα προθυμότερον πεποίηκα ἢ ἢ add Taylor ὡς ὑπὸ τῆς πόλεως ἠναγκαζόμην, καὶ τριηραρχῶν καὶ εἰσφορὰς εἰσφέρων καὶ χορηγῶν καὶ τἆλλα λῃτουργῶν οὐδενὸς ἧττον πολυτελῶς τῶν πολιτῶν.