<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" n="11"><p>Ἀνδοκίδης δὲ τοσοῦτον καταπεφρόνηκε τῶν θεῶν καὶ ὧν ἐκείνοις δεῖ τιμωρεῖν, ὥστε πρὶν <del>μᾶλλον ἢ ἧττον</del> <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μᾶλλον ἢ ἧττον</foreign> del. Taylor</note> ἢ ἐπιδεδημηκέναι δέκα ἡμέρας ἐν τῇ πόλει προσεκαλέσατο δίκην ἀσεβείας πρὸς τὸν βασιλέα, καὶ ἔλαχεν Ἀνδοκίδης <add>ὢν</add> <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὢν</foreign> add. Reiske</note> καὶ πεποιηκὼς ἃ οὗτος πεποίηκε περὶ τοὺς θεοὺς καὶ (ἵνα μᾶλλον πρόσσχητε τὸν νοῦν) φάσκων τὸν Ἄρχιππον<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἄρχιππον</foreign> Palmer: <foreign xml:lang="grc">Ἀρίστιππον</foreign> MSS.</note> ἀσεβεῖν περὶ τὸν Ἑρμῆν τὸν αὑτοῦ πατρῷον. ὁ δὲ Ἄρχιππος ἠντεδίκει ἦ μὴν τὸν Ἑρμῆν ὑγιᾶ τε καὶ ὅλον εἶναι, καὶ μηδὲν παθεῖν ὧνπερ οἱ ἄλλοι Ἑρμαῖ·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" n="12"><p>ὅμως μέντοι ἵνα μὴ ὑπὸ τούτου τοιούτου ὄντος πράγματʼ ἔχοι, δοὺς ἀργύριον ἀπηλλάγη. καίτοι ὁπότε οὗτος παρʼ ἑτέρου ἠξίωσε δίκην ἀσεβείας λαβεῖν, ἦ που ἑτέρους γε παρὰ τούτου λαβεῖν δίκαιον καὶ εὐσεβές ἐστιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" n="13"><p rend="align(indent)">ἀλλὰ λέξει δεινὸν εἶναι, εἰ ὁ μὲν μηνυτὴς τὰ ἔσχατα πείσεται, οἱ δὲ μηνυθέντες τῶν αὐτῶν ὑμῖν ἐπίτιμοι ὄντες μεθέξουσι. καίτοι οὐχ ὑπὲρ αὑτοῦ ἀπολογήσεται, ἀλλὰ καὶ τῶν ἄλλων κατηγορήσει. τοὺς μὲν οὖν ἄλλους οἱ ἐπιτάξαντες καταδέξασθαι ἀδικοῦσι καὶ τοῦ αὐτοῦ ἀσεβήματος αἴτιοί εἰσιν· εἰ δʼ ὑμεῖς αὐτοκράτορες ὄντες αὐτοί <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅντες αὐτοί</foreign> Reiske: <foreign xml:lang="grc">ἦτε καὶ</foreign>.</note> ἐστε οἱ ἀφελόντες τὰς τιμωρίας τῶν θεῶν, ἀλλʼ <add>οὐχ</add> <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὺχ</foreign> add. Reiske</note> οὗτοι αἴτιοι ἔσονται. ὑμεῖς οὖν μὴ βούλεσθε εἰς ὑμᾶς τὴν αἰτίαν ταύτην περιτρέψαι, ἐξὸν τὸν ἀδικοῦντα κολάσασιν ἀπηλλάχθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" n="14"><p>ἔπειτα δʼ ἐκεῖνοι μὲν ἀρνοῦνται τὰ μεμηνυμένα, οὗτος δὲ ὁμολογεῖ ποιῆσαι. καίτοι καὶ ἐν Ἀρείῳ πάγῳ, ἐν τῷ σεμνοτάτῳ καὶ δικαιοτάτῳ δικαστηρίῳ, ὁμολογῶν μὲν ἀδικεῖν ἀποθνῄσκει, ἐὰν δὲ ἀμφισβητῇ, ἐλέγχεται, καὶ πολλοὶ οὐδὲν ἔδοξαν ἀδικεῖν. οὔκουν ὁμοίαν χρὴ γνώμην ἔχειν περί τε τῶν ἀρνουμένων καὶ περὶ τῶν ὁμολογούντων.<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁμολογούντων</foreign> Reiske: <foreign xml:lang="grc">ὁμολογουμένων</foreign> MSS.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" n="15"><p>δεινὸν δέ μοι δοκεῖ εἶναι· ἐὰν μέν τις ἀνδρὸς σῶμα τρώσῃ, κεφαλὴν ἢ πρόσωπον ἢ χεῖρας ἢ πόδας, οὗτος <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὖτος</foreign> Dobree: <foreign xml:lang="grc">αὐτὸς</foreign> MSS.</note> μὲν κατὰ τοὺς νόμους τοὺς ἐξ Ἀρείου πάγου φεύξεται τὴν τοῦ ἀδικηθέντος πόλιν, <note resp="Loeb" anchored="true" xml:lang="lat">post <foreign xml:lang="grc">πόλιν</foreign> in libris <foreign xml:lang="grc">ἢ τραύματος ἐκ προνοίας·</foreign> del. Taylor</note> καὶ ἐὰν κατίῃ, ἐνδειχθεὶς θανάτῳ ζημιωθήσεται· ἐὰν δέ τις τὰ αὐτὰ ταῦτα ἀδικήσῃ τὰ ἀγάλματα τῶν θεῶν, οὐδʼ αὐτῶν κωλύσετε τῶν ἱερῶν ἐπιβαίνειν ἢ εἰσιόντα <add>οὐ</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐ</foreign> add. Aldus</note> τιμωρήσεσθε; καὶ μὲν δὴ τούτων καὶ δίκαιον καὶ ἀγαθόν ἐστιν ἐπιμελεῖσθαι, ὑφʼ ὧν καὶ εὖ καὶ κακῶς δυνήσεσθε πάσχειν.</p></div></div></body></text></TEI>