ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ ὡς ἀποδιδούς, τῇ δʼ ἐπιούσῃ ὑφείλετο. οὗτος οὖν ὁ ταῦτα ποιήσας θανάτῳ τῷ ἀλγίστῳ ἀπώλετο, λιμῷ· πολλῶν γὰρ καὶ ἀγαθῶν αὐτῷ ἐπὶ τὴν τράπεζαν παρατιθεμένων ὄζειν ἐδόκει τοῦ ἄρτου καὶ τῆς μάζης κάκιστον, καὶ οὐκ ἐδύνατο ἐσθίειν. καὶ ταῦτα πολλοὶ ἡμῶν ἤκουον τοῦ ἱεροφάντου λέγοντος. post λέγοντος sequuntur ὅτι Ἀνδοκίδης μηνύων τοὺς αὑτοῦ (αὐτοῦ Χ) συγγενεῖς καὶ φίλους ἀπώλλυε (ἀπολλύων Χ k ), φάσκων αὐτοὺς συνεργοὺς εἶναι· damnavit Reiske δίκαιον οὖν μοι δοκεῖ εἶναι νῦν ἐπὶ τούτῳ τὰ τότε λεχθέντα ἀναμνῆσαι, καὶ μὴ μόνον τοὺς τούτου φίλους ὑπὸ τούτου καὶ τῶν τούτου λόγων ἀπόλλυσθαι, ἀλλὰ καὶ αὐτὸν τοῦτον ὑφʼ ἑτέρου. ἀδύνατον δὲ καὶ ὑμῖν ἐστι, περὶ τοιούτου πράγματος φέρουσι τὴν ψῆφον, ἢ κατελεῆσαι ἢ καταχαρίσασθαι Ἀνδοκίδῃ, ἐπισταμένοις ὅτι ἐναργῶς τὼ θεὼ τούτω τιμωρεῖτον τιμωρεῖτον Dobree: τιμωρεῖτε, τιμωρεῖται MSS. τοὺς ἀδικοῦντας· ἐλπίσαι οὖν χρὴ πάντα ἄνθρωπον ταὐτὰ ταὐτὰ Thalheim: ὄντα MSS. καὶ ἑαυτῷ καὶ ἑτέρῳ ἔσεσθαι. φέρε γάρ, ἐὰν νυνὶ Ἀνδοκίδης ἀθῷος ἀπαλλαγῇ διʼ διʼ add. Scheibe ὑμᾶς ἐκ τοῦδε τοῦ ἀγῶνος καὶ ἔλθῃ κληρωσόμενος τῶν ἐννέα ἀρχόντων καὶ λάχῃ βασιλεύς, ἄλλο τι ἢ ὑπὲρ ὑμῶν καὶ θυσίας θύσει θυσίας θύσει Cobet: θυσιάσουσι, θυσιάσει MSS. καὶ εὐχὰς εὔξεται κατὰ τὰ πάτρια, τὰ μὲν ἐν τῷ ἐνθάδε Ἐλευσινίω, τὰ δὲ ἐν τῷ Ἐλευσῖνι ἱερῷ, καὶ τῆς ἑορτῆς ἐπιμελήσεται μυστηρίοις, ὅπως ἂν μηδεὶς ἀδικῇ μηδὲ ἀσεβῇ τὰ ἱερά; καὶ τίνα γνώμην οἴεσθε ἕξειν τοὺς μύστας τοὺς ἀφικνουμένους, ἐπειδὰν ἴδωσι τὸν βασιλέα ὅστις ἐστὶ καὶ ἀναμνησθῶσι πάντα τὰ ἠσεβημένα αὐτῷ, ἢ τοὺς ἄλλους Ἕλληνας, οἳ ἕνεκα ταύτης τῆς ἑορτῆς ἔρχονται ἔρχονται add. Reiske ἢ θύειν εἰς ταύτην τὴν πανήγυριν βουλόμενοι ἢ θεωρεῖν;