<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0540.tlg004.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg004.perseus-grc2" n="1"><p rend="align(indent)">θαυμαστόν γε, ὦ βουλή, τὸ διαμάχεσθαι περὶ τούτου, ὡς οὐκ ἐγένοντο ἡμῖν διαλλαγαί,
        καὶ τὸ μὲν ζεῦγος καὶ τὰ ἀνδράποδα, καὶ ὅσα ἐξ ἀγροῦ κατὰ τὴν ἀντίδοσιν ἔλαβε,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔλαβε</foreign> Scaliger: <foreign xml:lang="grc">ἔλαβον</foreign> MSS.</note> μὴ ἂν δύνασθαι ἀρνηθῆναι ὡς οὐκ ἀπέδωκε,
        φανερῶς δὲ περὶ πάντων διαλελυμένον ἀρνεῖσθαι τὰ περὶ τῆς ἀνθρώπου, μὴ κοινῇ ἡμᾶς χρῆσθαι
        συγχωρῆσαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg004.perseus-grc2" n="2"><p>καὶ τὴν μὲν ἀντίδοσιν διʼ ἐκείνην φανερός ἐστι
        ποιησάμενος, τὴν δʼ αἰτίαν διʼ ἣν ἀπέδωκεν ἃ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἃ</foreign> Taylor: <foreign xml:lang="grc">ἢ</foreign> MSS.</note>
        ἔλαβεν, οὐκ ἂν ἄλλην ἔχοι εἰπεῖν (βουλόμενος τἀληθῆ λέγειν) ἢ ὅτι οἱ φίλοι περὶ πάντων ἡμᾶς
        τούτων συνήλλαξαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg004.perseus-grc2" n="3"><p>ἐβουλόμην δʼ ἂν μὴ ἀπολαχεῖν αὐτὸν
        κριτὴν Διονυσίοις, ἵνʼ ὑμῖν φανερὸς ἐγένετο ἐμοὶ διηλλαγμένος, κρίνας τὴν τιμὴν φυλὴν νικᾶν·
        νῦν δὲ ἔγραψε μὲν ταῦτα εἰς τὸ γραμματεῖον, ἀπέλαχε δέ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg004.perseus-grc2" n="4"><p>καὶ
        ὅτι ἀληθῆ ταῦτα λέγω, Φιλῖνος καὶ Διοκλῆς ἴσασιν· ἀλλʼ οὐκ ἔστʼ αὐτοῖς μαρτυρῆσαι μὴ
        διομοσαμένοις περὶ τῆς αἰτίας ἧς ἐγὼ φεύγω, ἐπεὶ σαφῶς ἔγνωτʼ ἂν ὅτι ἡμεῖς ἦμεν αὐτὸν οἱ
        κριτὴν ἐμβαλόντες καὶ ἡμῶν ἕνεκα ἐκαθίζετο. ἀλλʼ ἦν, εἰ βούλεται, ἐχθρός·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg004.perseus-grc2" n="5"><p> δίδωμι γὰρ αὐτῷ τοῦτο· οὐδὲν γὰρ διαφέρει. οὐκοῦν ἦλθον αὐτὸς αὐτὸν
        ἀποκτενῶν, ὡς οὗτός φησι, καὶ βία εἰς τὴν οἰκίαν εἰσῆλθον. δὶα τί οὖν οὐκ ἀπέκτεινα,
        ὑποχείριον λαβὼν τὸ σῶμα, καὶ τοσοῦτον κρατήσας ὥστε καὶ τὴν ἄνθρωπον λαβεῖν; φρασάτω πρὸς
        ὑμᾶς. ἀλλʼ οὐκ ἔχει εἰπεῖν.</p></div></div></body></text></TEI>