<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0540.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg003.perseus-grc2" n="11"><p>ἀφικνοῦμαι πάλιν. κἀγὼ μὲν ᾠχόμην εἰς Πειραιᾶ, οὗτος δʼ αἰσθόμενος εὐθέως ἥκοντα τὸν Θεόδοτον καὶ διατρίβοντα παρὰ Λυσιμάχῳ, ὃς ᾤκει πλησίον τῆς οἰκίας ἧς οὗτος ἐμεμίσθωτο, παρεκάλεσέ τινας τῶν τούτου ἐπιτηδείων. καὶ οὗτοι μὲν ἠρίστων καὶ ἔπινον, φύλακας δὲ κατέστησαν ἐπὶ τοῦ τέγους, ἵνʼ, ὁπότε ἐξέλθοι τὸ μειράκιον, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg003.perseus-grc2" n="12"><p>εἰσαρπάσειαν αὐτόν. ἐν δὲ τούτῳ τῷ καιρῷ ἀφικνοῦμαι ἐγὼ ἐκ Πειραιῶς, καὶ τρέπομαι παριὼν ὡς τὸν Λυσίμαχον· ὀλίγον δὲ χρόνον διατρίψαντες ἐξερχόμεθα. οὗτοι δʼ ἤδη μεθύοντες<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὗτοι δ’ ἤδη μεθύοντες</foreign> Schott: <foreign xml:lang="grc">ἤδη μεθύοντες οὗτοι δʼ</foreign> MSS.</note> ἐκπηδῶσιν ἐφʼ ἡμᾶς καὶ οἱ μέν τινες αὐτῷ τῶν παραγενομένων οὐκ ἠθέλησαν συνεξαμαρτεῖν, Σίμων δὲ οὑτοσὶ καὶ Θεόφιλος καὶ Πρώταρχος καὶ Αὐτοκλῆς εἷλκον τὸ μειράκιον. ὁ δὲ ῥίψας τὸ ἱμάτιον ᾤχετο φεύγων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg003.perseus-grc2" n="13"><p>ἐγὼ δὲ ἡγούμενος ἐκεῖνον μὲν ἐκφεύξεσθαι, τούτους δʼ, ἐπειδὴ τάχιστα ἐντύχοιεν ἀνθρώποις, αἰσχυνομένους ἀποτρέψεσθαι — ταῦτα διανοηθεὶς ἑτέραν ὁδὸν ᾠχόμην ἀπιών· οὕτω σφόδρʼ αὐτοὺς ἐφυλαττόμην, καὶ πάντα τὰ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> Reiske: <foreign xml:lang="grc">ταῦτα</foreign> MSS.</note> ὑπὸ τούτων γιγνόμενα μεγάλην ἐμαυτῷ συμφορὰν ἐνόμιζον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg003.perseus-grc2" n="14"><p>κἀνταῦθα<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κἀνταῦθα</foreign> Contius: <foreign xml:lang="grc">καὶ ταῦτα</foreign>.</note> μέν, ἵνα φησὶ Σίμων τὴν μάχην γενέσθαι, οὔτε τούτων οὔτε ἡμῶν οὐδεὶς οὔτε κατεάγη τὴν κεφαλὴν οὔτε ἄλλο κακὸν οὐδὲν ἔλαβεν, ὧν ἐγὼ τοὺς παραγενομένους ὑμῖν παρέξομαι μάρτυρας.  </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg003.perseus-grc2" n="15"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">ὅτι μὲν τοίνυν οὗτος ἦν ὁ ἀδικήσας, ὦ βουλή, καὶ ἐπιβουλεύσας ἡμῖν, καὶ οὐκ ἐγὼ τούτῳ, ὑπὸ τῶν παραγενομένων μεμαρτύρηται ὑμῖν. μετὰ δὲ ταῦτα τὸ μὲν μειράκιον εἰς γναφεῖον κατέφυγεν, οὗτοι δὲ συνεισπεσόντες ἦγον αὐτὸν βίᾳ, βοῶντα καὶ κεκραγότα καὶ μαρτυρόμενον. </p></div></div></body></text></TEI>