<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="41"><p>ἔπειτα, ὦ ἄνδρες, οὐκ ἂν δοκῶ ὑμῖν τοῖς ἐπιτηδείοις μεθʼ ἡμέραν παραγγεῖλαι, καὶ
               κελεῦσαι αὐτοὺς συλλεγῆναι εἰς οἰκίαν <add>του</add>
               <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">του</foreign> add. Gernet et Bizor.</note> τῶν φίλων
               ἐγγυτάτω, μᾶλλον ἢ ἐπειδὴ τάχιστα ᾐσθόμην τῆς νυκτὸς περιτρέχειν, οὐκ εἰδὼς ὅντινα
               οἴκοι καταλήψομαι καὶ ὅντινα ἔξω; καὶ ὡς Ἁρμόδιον μὲν καὶ τὸν δεῖνα ἦλθον οὐκ
               ἐπιδημοῦντας (οὐ γὰρ ᾔδη), ἑτέρους δὲ οὐκ ἔνδον ὄντας κατέλαβον, οὓς δʼ οἷός τε ἦ
               λαβὼν ἐβάδιζον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="42"><p>καίτοιγε εἰ προῄδη, οὐκ ἂν δοκῶ ὑμῖν καὶ θεράποντας παρασκευάσασθαι καὶ τοῖς φίλοις
               παραγγεῖλαι, ἵνʼ ὡς ἀσφαλέστατα μὲν αὐτὸς εἰσῄα (τί γὰρ ᾔδη εἴ τι κἀκεῖνος εἶχε
               σιδήριον;), ὡς μετὰ πλείστων δὲ μαρτύρων τὴν τιμωρίαν ἐποιούμην; νῦν δʼ οὐδὲν εἰδὼς
               τῶν ἐσομένων ἐκείνῃ τῇ νυκτί, οὓς οἷός τε ἦ παρέλαβον. καί μοι ἀνάβητε τούτων
                  μάρτυρες.
               
            </p></div><milestone unit="part" n="Concl"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="43"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες· σκέψασθε δὲ παρʼ
               ὑμῖν αὐτοῖς οὕτως περὶ τούτου τοῦ πράγματος, ζητοῦντες εἴ τις ἐμοὶ καὶ Ἐρατοσθένει
               ἔχθρα πώποτε γεγένηται πλὴν ταύτης. οὐδεμίαν γὰρ εὑρήσετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="44"><p>οὔτε γὰρ συκοφαντῶν γραφάς με ἐγράψατο, οὔτε ἐκβάλλειν ἐκ τῆς πόλεως ἐπεχείρησεν,
               οὕτε ἰδίας δίκας ἐδικάζετο, οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται
               ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διαπραξαίμην</foreign> Lipsius: <foreign xml:lang="grc">διεπραξάμην</foreign> MSS.</note> ἤλπιζόν ποθεν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποθεν</foreign> Emperius: <foreign xml:lang="grc">μὲν</foreign> codd. plerique, om. duo</note> χρήματα λήψεσθαι· ἔνιοι γὰρ
               τοιούτων πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="45"><p>τοσούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ ἄλλη τις διαφορὰ ἡμῖν γεγονέναι, ὥστε
               οὐδὲ ἑωρακὼς ἦ τὸν ἄνθρωπον πώποτε πλὴν ἐν ἐκείνῃ τῇ νυκτί. τί ἄν οὖν βουλόμενος ἐγὼ
               τοιοῦτον κίνδυνον ἐκινδύνευον, εἰ μὴ τὸ μέγιστον τῶν ἀδικημάτων ἦ ὑπʼ αὐτοῦ
               ἠδικημένος; </p></div></div></body></text></TEI>