<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="36"><p>οἷς ὑμᾶς ἀξιῶ τὴν αὐτὴν γνώμην ἔχειν· εἰ δὲ μή, τοιαύτην ἄδειαν τοῖς μοιχοῖς
               ποιήσετε, ὥστε<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὥστε</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc">ὡς</foreign> MSS.</note> καὶ τοὺς κλέπτας ἐπαρεῖτε φάσκειν μοιχοὺς εἶναι, εὖ
               εἰδότας ὅτι, ἐὰν ταύτην τὴν αἰτίαν περὶ ἑαυτῶν λέγωσι καὶ ἐπὶ τούτῳ φάσκωσιν εἰς τὰς
               ἀλλοτρίας οἰκίας εἰσιέναι, οὐδεὶς αὐτῶν ἅψεται. πάντες γὰρ εἴσονται ὅτι τοὺς μὲν
               νόμους τῆς μοιχείας χαίρειν ἐᾶν δεῖ, τὴν δὲ ψῆφον τὴν ὑμετέραν δεδιέναι· αὕτη γάρ
               ἐστι πάντων τῶν ἐν τῇ πόλει κυριωτάτη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="37"><p rend="align(indent)">σκέψασθε δέ, ὦ ἄνδρες· κατηγοροῦσι γάρ μου ὡς ἐγὼ τὴν
               θεράπαιναν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετελθεῖν ἐκέλευσα τὸν νεανίσκον. ἐγὼ δέ, ὦ ἄνδρες,
               δίκαιον μὲν ἂν ποιεῖν ἡγούμην ᾡτινιοῦν τρόπῳ τὸν τὴν γυναῖκα τὴν ἐμὴν διαφθείραντα
            </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="38"><p>λαμβάνων· εἰ μὲν γὰρ λόγων εἰρημένων ἔργου δὲ μηδενὸς γεγενημένου μετελθεῖν ἐκέλευον
               ἐκεῖνον, ἠδίκουν ἄν· εἰ δὲ ἤδη πάντων διαπεπραγμένων καὶ πολλάκις εἰσεληλυθότος εἰς
               τὴν οἰκίαν τὴν ἐμὴν ᾡτινιοῦν τρόπῳ ἐλάμβανον αὐτόν, σωφρονεῖν <add>ἂν</add>
               <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> add. Taylor.</note> ἐμαυτὸν ἡγούμην· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="39"><p>σκέψασθε δὲ ὅτι καὶ ταῦτα ψεύδονται· ῥᾳδίως δὲ ἐκ τῶνδε γνώσεσθε. ἐμοὶ γάρ, ὦ ἄνδρες,
               ὅπερ καὶ πρότερον εἶπον, φίλος ὢν Σώστρατος καὶ οἰκείως διακείμενος ἀπαντήσας ἐξ
               ἀγροῦ περὶ ἡλίου δυσμὰς συνεδείπνει, καὶ ἐπειδὴ καλῶς εἶχεν αὐτῷ, ἀπιὼν ᾤχετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" n="40"><p>καίτοι πρῶτον μέν, ὦ ἄνδρες, ἐνθυμήθητε· <del>ὅτι</del>
               <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅτι</foreign> del. Reiske.</note> εἰ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐγὼ
               ἐπεβούλευον Ἐρατοσθένει, πότερον ἦν μοι κρεῖττον αὐτῷ ἑτέρωθι δειπνεῖν ἢ τὸν
               συνδειπνήσοντά μοι εἰσαγαγεῖν; οὕτω γὰρ ἂν ἧττον ἐτόλμησεν ἐκεῖνος εἰσελθεῖν εἰς τὴν
               οἰκίαν. εἶτα δοκῶ ἂν ὑμῖν τὸν συνδειπνοῦντα ἀφεὶς μόνος καταλειφθῆναι καὶ ἔρημος
               γενέσθαι, ἢ κελεύειν ἐκεῖνον μεῖναι,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μεῖναι</foreign> Fuhr: <foreign xml:lang="grc">μὲν εἶναι,
                     μένειν</foreign> MSS.</note> ἵνα μετʼ ἐμοῦ τὸν μοιχὸν ἐτιμωρεῖτο; </p></div></div></body></text></TEI>