Πρὸς πάσας τὰς ἐπιθυμίας προσακτέον τὸ ἐπερώτημα τοῦτο· τί μοι γενήσεται ἂν τελεσθῇ τὸ κατὰ τὴν ἐπιθυμίαν ἐπιζητούμενον, καὶ τί ἐὰν μὴ τελεσθῇ; Οὐδὲν ὄφελος ἦν τὴν κατ’ ἀνθρώπους ἀσφάλειαν παρασκευάζεσθαι τῶν ἄνωθεν ὑπό〈πτων ὄ〉ντων καὶ τῶν ὑποκάτω καὶ ἁπλῶς τῶν ἐν τῷ ἀπείρῳ. Καὶ τὸ γενέσθαι τινὰς ἀλγηδόνας περὶ σῶμα λυσιτελεῖ πρὸς φυλακὴν τῶν ὁμοειδῶν. Ἐν φιλολόγῳ συζητήσει πλεῖον ἤνυσεν ὁ ἡττηθείς. καθ’ ὃ προσέμαθεν. Εἰς τὰ παρῳχηκότα ἀγαθὰ ἀχάριστος φωνὴ ἡ λέγουσα Τέλος ὅρα μακροῦ βίου.