Τὰς φαύλας συνηθείας ὥσπερ ἄνδρας πονηροὺς πολὺν χρόνον μέγα βλάψαντας τελείως ἐκδιώκομεν. Προκατείλημμαί σε, ὦ Τύχη, καὶ πᾶσαν 〈τὴν〉 σὴν παρείσδυσιν ἐνέφραξα. καὶ οὔτε σοὶ οὔτε ἄλλῃ οὐδεμιᾷ περιστάσει δώσομεν ἑαυτοὺς ἐκδότους· ἀλλ’ ὅταν ἡμᾶς τὸ χρεὼν ἐξάγῃ, μέγα προσπτύσαντες τῷ ζῆν καὶ τοῖς αὐτῷ κενῶς περι πλαττομένοις ἄπιμεν ἐκ τοῦ ζῆν μετὰ καλοῦ παιῶνος ἐπιφωνοῦντες ὡς εὖ ἡμῖν βεβίωται. Πειρᾶσθαι τὴν ὑστέραν τῆς προτέρας κρείττω ποιεῖν, ἕως ἂν ἐν ὁδῷ ὦμεν· ἐπειδὰν δὲ ἐπὶ πέρας ἔλθωμεν, ὁμαλῶς εὐφραίνεσθαι. Οὐκ ἦν τὸ φοβούμενον λύειν ὑπὲρ τῶν κυριωτάτων μὴ εἰδότας τίς ἡ τοῦ σύμπαντος φύσις, ἀλλ’ ὑποπτεύοντάς τι τῶν κατὰ τοὺς μύθους. ὥστε οὐκ ἦν ἄνευ φυσιολογίας ἀκεραίους τὰς ἡδονὰς ἀπολαμβάνειν. Οὐδεμία ἡδονὴ καθ’ ἑαυτὴν κακόν· ἀλλὰ τὰ ποιητικὰ ἐνίων πολλαπλασίους ὀχλήσεις ἐπιφέρει τῶν ἡδονῶν.