Ὁ Ἐπικούρου βίος τοῖς τῶν ἄλλων συγκρινόμενος ἕνεκεν ἡμερότητος καὶ αὐταρκείας μῦθος ἂν νομισθείη. Ἀσθενὴς ἡ φύσις ἐστὶ πρὸς τὸ κακόν, οὐ πρὸς τὸ ἀγαθόν· ἡδοναῖς μὲν γὰρ σῴζεται, ἀλγηδόσι δὲ διαλύεται. Μικρὸς παντάπασιν, ᾧ πολλαὶ αἰτίαι εὔλογοι εἰς ἐξαγωγὴν βίου. Οὔθ’ ὁ τὴν χρείαν ἐπιζητῶν διὰ παντὸς φίλος οὔθ’ ὁ μηδέποτε συνάπτων· ὃ μὲν γὰρ καπηλεύει τῇ χάριτι τὴν ἀμοιβήν, ὃ δὲ ἀποκόπτει τὴν περὶ τοῦ μέλλοντος εὐελπιστίαν. Ὁ λέγων πάντα κατ’ ἀνάγκην γίνεσθαι οὐδὲν ἐγκαλεῖν ἔχει τῷ λέγοντι μὴ πάντα κατ’ ἀνάγκην γίνεσθαι· αὐτὸ γὰρ τοῦτό φησι κατ’ ἀνάγκην γίνεσθαι.