<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0537.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0537.tlg013.1st1K-grc1" n="140"><p rend="indent"><label xml:lang="lat">ΙV</label> Οὐ χρονίζει τὸ ἀλγοῦν συνεχῶς ἐν τῇ σαρκί, ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνον πάρεστι, τὸ δὲ μόνον ὑπερτεῖνον τὸ ἡδόμενον κατὰ σάρκα οὐ πολλὰς ἡμέρας συμμένει. αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶν πλεονάζον ἔχουσι τὸ ἡδόμενον ἐν τῇ σαρκὶ ἤπερ τὸ ἀλγοῦν.</p><p rend="indent"><label xml:lang="lat">V</label> Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως 〈οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως〉 ἄνευ τοῦ ἡδέως. ὅτῳ δὲ τοῦτο μὴ ὑπάρχει, [οὐ ζῇ φρονίμως. καὶ καλῶς καὶ δικαίως ὑπάρχει] οὐκ ἔστι τοῦτον ἡδέως ζῆν.</p><p rend="indent"><label xml:lang="lat">VΙ</label> Ἕνεκα τοῦ θαρρεῖν ἐξ ἀνθρώπων ἦν κατὰ φύσιν ἀρχῆς καὶ βασιλείας ἀγαθόν, ἐξ ὧν ἄν ποτε τοῦτο οἷός τ’ ᾖ παρασκευάζεσθαι.</p></div></div></body></text></TEI>