διὰ τῶν πραγμάτων πολέμιον πῦρ προαγορεύει. αὕτη ἡ Ἀλεξάνδρου Ἀλεξάνδρου secl. Blass. ἐπιστολὴ συνέτριβέ μου τὴν διάνοιαν· αὕτη πόλεμον ἐν τύπῳ γραμμάτων περιέχουσα μονονοὺκ ἐπιλαβομένη μου τῆς χειρὸς ἐξήγειρεν· αὕτη πορευομένη διὰ τῶν λογισμῶν τὴν ἡσυχίαν ἄγειν οὐκ ἐπέτρεψεν· ἐν πύλαις γὰρ ὁ κίνδυνος. ἡ δʼ ἐμὴ πολιτεία καὶ ὁ τότε θόρυβος συνεπέστησε τὴν πόλιν, καὶ διεκώλυσεν ὥσπερ κῦμα πανταχόθεν ἐπικλύσαι τὴν Ἀττικήν, καὶ τὴν ἐν Βοιωτίᾳ παρασκευὴν ἔτρεψεν εἰς Πέρσας. οὐ τὴν αὐτὴν ἔχει φαντασίαν ἐφεστηκὼς καὶ διαλλαγεὶς ὁ τοῦ πολέμου φόβος ὥσπερ γνόφος. διὸ καί πάντων δοκεῖ χαλεπώτατον, ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων· κρίνει γὰρ ἕκαστος πρὸς τὴν παροῦσαν ἡσυχίαν, οὐ πρὸς τὸν παρελθόντα κίνδυνον. ὅταν δέ τις ἀνέλῃ τῶν πραγμάτων τὸν καιρόν, ἀνταναιρεῖται καὶ τὸ δίκαιον τῆς πράξεως. ἕκαστον τῶν ἀδικημάτων ἰδίας ἔχει τὰς οἰκονομίας· ἃ μὲν γάρ ἐστι δεόμενα τῆς ἐξ ἐξ add. Blass. Ἀρείου πάγου βουλῆς, ἃ δὲ τῶν ἐλαττόνων δικαστηρίων, ἃ δὲ τῆς ἡλιαίας· πάντα δὲ ταῦτα διώρισται τοῖς ὀνόμασι, τοῖς πράγμασι, τοῖς χρόνοις, τοῖς ἐπιτιμίοις, ταῖς ἀγωγαῖς καὶ τῷ πλήθει τῶν δικαζόντων.