ὁ Δημοσθένης ἀνθρωπάριον ἐκ συλλαβῶν καὶ γλώσσης συγκείμενον. ἐκεῖνοι γὰρ οἱ λόγοι τὴν ὀργὴν τοῦ βασιλέως ὥσπερ ὕπνῳ κατεκοίμησαν. ἔτι γὰρ ἤκμαζον αἱ δυνάμεις τῆς πόλεως καὶ τῆς Ἑλλάδος τὸ φρόνημα, καὶ συνέρρει ἡ τύχη τῷ δήμῳ· νῦν δʼ ἐξωστράκισται μὲν πᾶν τὸ χρήσιμον ἐκ τῶν πραγμάτων, ἐξῄρηται δὲ τὰ νεῦρα τῶν πόλεων, εἰς ἄνεσιν δὲ καὶ τρυφὴν νενεύκασιν οἱ βίοι, τὰ δὲ τῆς ὁμονοίας οὐκέτι μένει, νόθαι δὲ γεγόνασιν αἱ τῶν φίλων ἐλπίδες. ὁ δὲ πόλεμος ὥσπερ νέφος ἐκ παντὸς τόπου τῆς Εὐρώπης ἐπήρτητο, καὶ συνέκλειέ μου τὴν ἐπὶ τῆς ἐκκλησίας παρρησίαν, καὶ τὴν μετʼ ἐλευθερίας καὶ δόξης φωνὴν ἀφῄρει. ἐκ τῶν πραγμάτων σκοπεῖτε τὴν ἀλήθειαν, καὶ μὴ ψευδεῖς αἰτίας ὁμολογουμένων ἔργων προκρίνητε.