ἐπίστευσεν ὁ βάρβαρος τὸν λόγον, οὐ τὸν νοῦν ἠρεύνησεν· ἔκρινε γὰρ τοῖς ὠσὶ πρὸς ἡδονὴν τὴν ἐπαγγελίαν, οὐ πρὸς ἀλήθειαν. τὰ δʼ οὐκ ἦν λόγος, ἀλλʼ ἔργα εὐθέως ἠκολούθει. βίᾳ μὲν οὐδὲ τῶν ἐλαχίστων δύναται κρατεῖν ἄνθρωπος, ἐπινοίᾳ δὲ καὶ μεθόδῳ ὑπέζευξε μὲν ἀρότρῳ βοῦν πρὸς τὴν ἐργασίαν τῆς χώρας, ἐχαλίνωσε δὲ τὸν ἵππον, ἐλέφαντι δὲ παρέστησεν ἐπιβάτην καὶ ξύλῳ τὴν ἀμέτρητον θάλασσαν διεπέρασεν. τούτων δὲ πάντων ἀρχιτέκτων καὶ δημιουργός ἐστιν ὁ νοῦς, ᾧ δεῖ καθηγεμόνι χρωμένους μὴ πάντα ζητεῖν πρὸς τὰς ἰδίας ὀξύτητας, ἀλλὰ πρὸς τὰς τῶν πραγμάτων φύσεις καὶ μεταπτώσεις. οὕτω κἀγὼ καθάπερ τι φοβερὸν θηρίον κεχαρισμένοις λόγοις τιθασεύσας τὸν Ἀλέξανδρον ἐποίησα χειροήθη πρὸς τὸ μέλλον. ἄρρενα λόγον καὶ τοῦ τῶν Ἀθηναίων ὀνόματος ἀξίαν παρρησίαν. μισῶ τοὺς δημαγωγούς, ὅτι ταράττουσι τὸν δῆμον καὶ τὸ κτῆμα τῆς ἐμῆς πολιτείας τὴν εἰρήνην ψηφίσματι πολέμου παραθραύουσιν. οἱ πρόγονοι τὴν πόλιν ἐκλιπόντες πόλιν ἔσχον τὴν θάλατταν· ἡ δʼ ἀπὸ τῆς ναυμαχίας ἧττα καὶ τὴν πεζὴν δύναμιν συνέτριψεν.