αὐτοχειρὶ σφαγεὶς τὸν βίον ἐξέλιπεν. αἱ θυγατέρες Ἐρεχθέως τῷ καλῷ τῆς ἀρετῆς τὸ θῆλυ τῆς ψυχῆς ἐνίκησαν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς ἔπανδρον ἐποίησεν ἡ πρὸς τὸ θρέψαν ἔδαφος φιλοστοργία. πρεσβῦται φιλοψυχοῦσιν ἐπὶ δυσμαῖς τοῦ βίου. πολεμίῳ πυρὶ τὴν Ἑλλάδα περιέλαμψεν. λόγος κενῶς μὲν ἐξενεχθεὶς θήγει τὰ ξίφη, δεξιῶς δὲ τεθεὶς καὶ τὰς ἠκονημένας λόγχας ἀπαμβλύνει· οἰκονομία δʼ ἀνύει πλέον ἢ βία.