τοὺς πρέσβεις εἰς φρέαρ κατέχωσαν, εὐγενῶς μὲν τοῖς θυμοῖς παραστάντες, οὐκ εὐσεβῶς δὲ τῇ τιμωρίᾳ χρησάμενοι. ἐπόνει τοῖς κακοῖς ἡ Σπάρτη. ὁ Δημοσθένης ὁ πικρὸς συκοφάντης διαστρέφων τὸ πρᾶγμα τῇ δεινότητι τῶν ῥημάτων διέβαλεν. ἐγίνωσκον ἀκριβῶς τὸν μὲν τῶν πολιτευομένων βίον εὐκίνητον ὄντα, τὸ δὲ μέλλον ἀόρατον, ποικίλας δὲ τὰς τῆς τύχης τύχης Haupt: ψυχῆς cod. μεταβολάς, ἀκρίτους δὲ τοὺς τὴν Ἑλλάδα κατέχοντας καιρούς· ὃν οὖν καθʼ ἑτέρων ἤμελλον τίθεσθαι νόμον. οὐκ ἐγὼ ταῦτα συνεβούλευον, ἀλλʼ ἡ πατρίς, ὁ καιρός, τὰ πράγματα διὰ τῆς ἐμῆς φωνῆς ἠξίου ταῦτα πράττειν· οὐ δίκαιον οὖν τὸν σύμβουλον καιρῶν εὐθύνας ὑπέχειν καὶ ὧν ἐν τῇ τύχῃ τὸ τέλος.