ὄφελον καὶ Θηβαίους ἔχειν Δημάδην· ἔτι γὰρ ἂν ἦσαν αἱ Θῆβαι πόλις· νῦν δʼ εἰσιν οἰκόπεδον πόλεως καὶ λείψανα κακῶν ταῖς τῶν ἐχθρῶν χερσὶν εἰς ἔδαφος ἀχθεῖσαι. πολέμιον αἷμα καὶ Μακεδονικὸν πῦρ εἰς τὴν Ἀττικὴν ὑποδέχεσθαι ἦν οὐ καλόν, οὐδὲ σιωπᾶν καὶ καρτερεῖν ὁρῶντα καταδυομένην ὥσπερ ναῦν τὴν πόλιν. ἀλλʼ οἱ δείλαιοι σύμβουλοι ἐξαγαγόντες εἰς τὴν Βοιωτίαν τὴν ἀκμὴν τῆς πόλεως εἰσήγαγον εἰς πολυάνδριον. εἰρήνην εἰρήνην Haupt: εἰρῄνης cod. δεῖ καὶ οὐ λόγον ἀντιτάττειν τῇ τῶν Μακεδόνων φάλαγγι· ἄπρακτος γὰρ ἡ σπουδὴ τοῦ λόγου τῶν ἐλάττονα τῆς βουλήσεως ἐχόντων τὴν δύναμιν. πραύνεται γὰρ ὁ τῶν ἠδικημένων θυμός, ἐπειδὰν ὁ τὴν αἰτίαν ἔχων μὴ φιλονικῇ, κριτὴν δὲ ποιῇ τῆς εἰς αὑτὸν φιλανθρωπίας τὸν ἀδικούμενον.