καταχωρίσαντες οὖν τὰ συμβάντα διὰ τὰς ἔξωθεν αἰτίας, ψιλῶς ἐπὶ τῶν πραγμάτων γυμνὴν θεωρήσατέ μου τὴν πολιτείαν. μετὰ ταῦτα τοίνυν τῇ πόλει τρίτος ἐπήγετο ἐπήγετξ X: ἐγένετο T: ἐπὶ N: ἐπῄει Scheibe. κίνδυνος πάντων χαλεπώτατος, οὐκέτι πεμφθεὶς ὑπὸ τῆς τύχης, ἀλλʼ ὑπὸ τῶν τότε ῥητόρων ἐπαχθείς. καί μοι τῶν πεπραγμένων ἀναμνήσθητε, ἡνίκα Δημοσθένης καὶ Λυκοῦργος τῷ μὲν λόγῳ παραταττόμενοι τοὺς Μακεδόνας ἐνίκων ἐν Τριβαλλοῖς, μόνον δʼ οὐχ ὁρατὸν ἐπὶ τοῦ βήματος νεκρὸν τὸν Ἀλέξανδρον προέθηκαν, ἐν τῷ δήμῳ δʼ ἀλείψαντες λόγοις εὐπρεπέσι Θηβαίων τοὺς παρόντας φυγάδων θυμοὺς ἐπʼ ἐλπίδι τῆς ἐλευθερίας ἠκόνησαν, ἐμὲ δὲ στυγνὸν καὶ περίλυπον ἔφασκον εἶναι, μὴ συνευδοκοῦντα ἔχει τι πικρὸν ὁ τῆς ἀληθείας λόγος, ἐπειδάν τις ἀκράτῳ παρρησίᾳ χρώμενος μεγάλων ἀγαθῶν προσδοκίαν ἀφαιρῆται· τὰ δὲ προσηνῆ κἂν ᾖ ψευδῆ πείθει τοὺς ἀκούοντας. προσδόκιμος ἦν εἰς τὴν Ἀττικὴν ὁ κίνδυνος. μετὰ βραχὺ δὲ καὶ αἱ τῶν Μακεδόνων ἐπιδορατίδες ἥπτοντʼ ἤδη τῆς Ἀττικῆς, καὶ γειτνιώσης τῆς συμφορᾶς καὶ τῆς Ἑλλάδος κατεπτηχυίας, ἔδει καταψᾶν καὶ τιθασεύειν τιθασεύειν Haupt: τιθασσεύειν cod. τὴν ὀργὴν τοῦ βασιλέως ἠρεθισμένην κατὰ τοῦ δήμου.