πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι· καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν· λοιποὶ δʼ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι, πρόβλημα τῆς σωτηρίας ἔχοντες, οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχὶ πεζῶν οὐχὶ πεζῶν]; οὐχ ἱππέων καὶ πεζῶν Blass. σύνταξιν, ἀλλʼ ἐπιθυμίαν μεγάλην, δύναμιν δʼ ἀσθενῆ καὶ ταπεινήν. ὧν μὲν γὰρ ὧν μὲν γὰρ]; τῶν Λακεδαιμονίων e. ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδεν εἶδεν Ald.: εἶχεν codd. et e. ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης ὁ Θηβαῖος, καὶ τοὺς ὅρους τῆς Λακωνικῆς τεθειμένους, τὴν ἀκμὴν τῶν νέων, συνέκλεισε ταῖς τέφραις. τὰς δʼ ἡμετέρας παρασκευὰς ἀνάλωσεν ὁ πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν ἡ συμφορὰ τῶν ἀποθανόντων. Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφʼ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν, ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο· τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρός. ἤκμαζον δὲ τοῖς σύμπασιν σύμπασιν Blass: σώμασιν codd. et e. οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ σκῆπτρα καὶ τοὺς Περσῶν Περσῶν inter τὰ et σκῆπτρα transtulit Blass. θησαυροὺς ἡ τύχη διεβίβαζεν. ἐνταῦθʼ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν, οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις· ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος, ὁ πολέμιος add. e. ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτων καὶ τῶν βοσκημάτων om. e. ἐπληροῦτο, βοηθείας δʼ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην. ὁμολογῶ, καί φημι καλῶς καὶ συμφερόντως πεπραχέναι τοῦτο· κρεῖττον γὰρ ἐπερχόμενον ἐκκλῖναι τὸ νέφος ἢ φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι. ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐκ τῶν πραγμάτων λύπην ἐμοὶ παρʼ ὑμῶν μηδεμίαν ἀπογεννῆσαι δυσμένειαν. οὐ γὰρ ἐγὼ κρατῶ τῆς τύχης, ἀλλʼ ἡ τύχη τοῦ βίου, διʼ ἣν κινδυνεύει. δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν ἔχειν, ἀλλὰ τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν.