<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0535.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0535.tlg001.perseus-grc2" n="1"><p rend="align(indent)">τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε· οὔτε δʼ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἂν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶς<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">σαφῶς</foreign>add. e.</note> ᾖ παρηκολουθηκώς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0535.tlg001.perseus-grc2" n="2"><p>ἐμπεσὼν δʼ αὐτὸς εἰς μέσην τὴν τῶν<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">μέσην τὴν τῶν</foreign>Sauppe: <foreign xml:lang="grc">τὴν τῶν</foreign>E: <foreign xml:lang="grc">μέσην τῶν</foreign>cett.</note> ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν, οὕτω τῆς παρʼ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δʼ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι· τί γὰρ Ἀθηναίοις, εἰ<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">εἰ]; ἢ</foreign>Stephanus.</note> παρανάλωμα<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">παρανάλωμα]; παραναλοῦμαι</foreign>Blass.</note> Δημάδης;<note resp="Loeb" xml:lang="eng">Post<foreign xml:lang="grc">Δημάδης</foreign>verba<foreign xml:lang="grc">ἐμοῦ δὲ τὴν εἰρήνην συμβουλεύοντος</foreign>add. e.</note> δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτης<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">στρατιώτης]; στρατός</foreign>e.</note> — πῶς γὰρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δʼ οὐ τρέφει — ἀλλʼ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα, τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0535.tlg001.perseus-grc2" n="3"><p>δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρες<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">ὦ ἄνδρες</foreign>X corr.: <foreign xml:lang="grc">ωδε</foreign>X pr.: <foreign xml:lang="grc">ὦ</foreign>N.</note> δικασταί. ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">δικαστῶν]; δικαίων</foreign>e.</note> γνώμας οὐκ ἐᾷ διʼ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων· οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δʼ ἀναγκάζονται πρὸς ὠργισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0535.tlg001.perseus-grc2" n="4"><p>ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε· οὐ παραιτοῦμαι· ἂν δʼ εὑρίσκωμαι τῶν ἐγκεκλημένων κεχωρισμένος τῷ δικαίῳ, τοῖς νόμοις, τῷ συμφέροντι, μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν· κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιαν<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">εὔνοιαν]; εὐδαιμονίαν</foreign>Sauppe.</note> καλόν, ἐὰν ἡ χρεία τῆς πατρίδος, ἀλλὰ μὴ ὁ τούτων λόγος τὸ ζῆν<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">ζῆν</foreign>Sauppe: <foreign xml:lang="grc">νῦν</foreign>codd.</note> ἀφαιρήσηται.<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">ἀφαιρήσηται</foreign>C: <foreign xml:lang="grc">ἀφαιρήσεται</foreign>cett.: <foreign xml:lang="grc">ἀφαιρῆται</foreign>Bekker.</note></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0535.tlg001.perseus-grc2" n="5"><p>δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δʼ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα,<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">δέδοικα</foreign>om. codd. praeter C.</note> ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις</foreign>C: <foreign xml:lang="grc">τῇ τῶν ἀδίκων μόνον, ὃς</foreign>cett.: <foreign xml:lang="grc">τὸν τῶν ἀντιδίκων φθόνον, ὃς</foreign>Sauppe.</note> οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσι<note resp="Loeb" xml:lang="eng"><foreign xml:lang="grc">δοκοῦσι]; εὖ δοκοῦσι</foreign>Bekker: <foreign xml:lang="grc">δοκοῦσί τι</foreign>Sauppe.</note> λέγειν ἢ πράττειν.</p></div></div></body></text></TEI>