τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε· οὔτε δʼ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἂν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶς σαφῶς add. e. ᾖ παρηκολουθηκώς. ἐμπεσὼν δʼ αὐτὸς εἰς μέσην τὴν τῶν μέσην τὴν τῶν Sauppe: τὴν τῶν E: μέσην τῶν cett. ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν, οὕτω τῆς παρʼ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δʼ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι· τί γὰρ Ἀθηναίοις, εἰ εἰ]; ἢ Stephanus. παρανάλωμα παρανάλωμα]; παραναλοῦμαι Blass. Δημάδης; Post Δημάδης verba ἐμοῦ δὲ τὴν εἰρήνην συμβουλεύοντος add. e. δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτης στρατιώτης]; στρατός e. — πῶς γὰρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δʼ οὐ τρέφει — ἀλλʼ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα, τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ. δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρες ὦ ἄνδρες X corr.: ωδε X pr.: ὦ N. δικασταί. ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν δικαστῶν]; δικαίων e. γνώμας οὐκ ἐᾷ διʼ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων· οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δʼ ἀναγκάζονται πρὸς ὠργισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι. ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε· οὐ παραιτοῦμαι· ἂν δʼ εὑρίσκωμαι τῶν ἐγκεκλημένων κεχωρισμένος τῷ δικαίῳ, τοῖς νόμοις, τῷ συμφέροντι, μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν· κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιαν εὔνοιαν]; εὐδαιμονίαν Sauppe. καλόν, ἐὰν ἡ χρεία τῆς πατρίδος, ἀλλὰ μὴ ὁ τούτων λόγος τὸ ζῆν ζῆν Sauppe: νῦν codd. ἀφαιρήσηται. ἀφαιρήσηται C: ἀφαιρήσεται cett.: ἀφαιρῆται Bekker. δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δʼ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα, δέδοικα om. codd. praeter C. ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις C: τῇ τῶν ἀδίκων μόνον, ὃς cett.: τὸν τῶν ἀντιδίκων φθόνον, ὃς Sauppe. οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσι δοκοῦσι]; εὖ δοκοῦσι Bekker: δοκοῦσί τι Sauppe. λέγειν ἢ πράττειν.