τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων· ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν· νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.