ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών, καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς· δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν. κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαί χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,